previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ ἵππους. [2] οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς εἶναι. [3] καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ γραφὴ τάδε: ‘Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ̓ ἄν τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ μή ποτε ἱκανὸς εἴη. [4] Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς ἐνδελεχέστατα περιελθόντες στρατιώτας ξυνήγομεν κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους. [5] ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους [p. 250] ἐνταῦθα οὔτε αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς ἐκείνων πολλάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέφυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς τὴν γῆν ῥίψαντες. [6] χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πολεμίων κατειλημμένης. [7] διὸ δὴ καὶ ὑπερήμεροι γεγενημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν αὐτοῖς ἥκιστα ἔχομεν: ἀφείλετο γὰρ ἡμῶν τὴν παρρησίαν τὸ ὄφλημα. [8] εὖ δὲ καὶ τοῦτο, δέσποτα, ἴσθι, ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες. [9] εἰ μὲν οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται: εἰμὶ γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις: εἰ δὲ περιεῖναι βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύεσθαι δεῖ. [10] στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουργούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων σταλῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.’ [11] Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βασιλέως ἀνεψιοῦ παῖδα. [12] ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ [p. 252] εἷλεν: ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανός, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα ἔχων. [13] Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους ἦλθεν, ἐφ̓ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν. [14] ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται, αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρέσχετο. [15] ἐπειδὴ δὲ παρῆν μὲν κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπολίτιον ἐνεχείρισαν. [16] φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι: λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν. Τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ ταύτῃ ἐχώρησε. [17] Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀποβάλλει καὶ αὐτὸς θνήσκει. [18] Ἀσίσηνοί τε τοῖς παροῦσιν ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις ἐπαγγελλόμενος, [p. 254] [19] ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οί πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι. [20] Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον: διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: