previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων. [2] ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὄν, ἀλλ̓ ὅσον τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο. [3] ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτόν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε: [4]Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν. [5] τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν; [6] ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἄν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι. [7] ὅταν δὲ ταῦτα οὕτως [p. 338] ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι, ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων. [8] τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν. [9] ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παῤ ὑμᾶς ἥκομεν. [10] ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε. [11] προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ̓ ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα, [12] ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρηκέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.’ ἀπεκρίνατο Βελισάριος: [13]Οὕτω μέν, ὅπως φατέ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.’ [14] Αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον: ‘Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλους τε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστασθαι. [p. 340] [15] Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ̓ Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε. [16] Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷός τε ὤν, Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ αὐτόν τε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, καταλῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνησθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιός τε καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόν τε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως. [17] οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν τούς τε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου μὲν ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι. [18] τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείας τε καὶ πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε. [19] καὶ μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παῤ ἡμῶν τῆς ἀνωτάτω τετύχηκεν: οὐ γὰρ οὐδεὶς εἴς τι [p. 342] τούτων καταφυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν διαγεγόνασιν ἔχοντες, [20] Γότθος δὲ αὐτῶν μετέσχεν οὐδείς. παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ̓ ἄν τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον ἔτος κομίζεσθαι. [21] ὑμεῖς δέ, τούτων τοιούτων ὄντων, Ἰταλίας μὲν οὐ προσεποιεῖσθε κακουμένης ὑπὸ τῶν Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δἰ ὀλίγου, ἀλλ̓ ἐς δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, βιάζεσθε. [22] οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, τά τε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι τετυχήκατε.’ Καὶ Βελισάριος: ‘ μὲν ὑπόσχεσις ὑμῶν βραχέα τε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, δὲ ῥῆσις μακρά τε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν γέγονε. [23] Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ̓ Ἰταλίας αὐτὸς τὴν ἀρχὴν ἔχοι: τί γὰρ ἂν καὶ τύραννον τυράννου διαλλάσσειν βασιλεῖ ἔμελεν; ἀλλ̓ ἐφ̓ ἐλευθέρα τε καὶ βασιλεῖ κατήκοος ἔσται. [24] δὲ τὰ περὶ τὸν τύραννον εὖ διαθέμενος ἀγνωμοσύνῃ ἐς τἄλλα οὐκ ἐν μετρίοις ἐχρήσατο: ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ ἔγνω. [25] οἶμαι δὲ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν τὰ [p. 344] τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε οὐκ ἂν παραδοίην. [26] εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, λέγειν ἀφίημι.’ [27] Οἱ δὲ βάρβαροι: ‘Ὡς μὲν οὖν ἀληθῆ πάντα ἡμῖν εἴρηται οὐδὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, τοσαύτης τε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.’ [28] Καὶ Βελισάριος: ‘Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν ἔχειν, μείζω τε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥωμαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην. [29] τοὺς γὰρ εὐεργεσίας χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβεσθαι ἄξιον.’ [30] Βάρβαροι: ‘Οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας ὑμῖν Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;’ [31] Βελισάριος: ‘Οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγματα διοικήσασθαι οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν.’ Βάρβαροι: ‘Οὐδ̓ ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ ἐφ̓ ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;’ [32] Βελισάριος: ‘Οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.’ [33] Βάρβαροι: ‘Φέρε δή, στέλλεσθαι ῾̣̣̓μᾶς παρὰ [p. 346] βασιλέα ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον καθ̓ ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρίστασθαι.’ [34] Βελισάριος: ‘Ἔστω: γινέσθω ταῦτα. οὐ γάρ ποτε ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.’ [35] Τοσαῦτα εἰπόντες διελύθησάν τε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατόπεδον ἀπεχώρησαν. [36] ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παῤ ἀλλήλους φοιτῶντες τά τε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: