previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες. [2] βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθείς, ἀλλ̓ ὅτι οἱ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν: ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι. [3] Γότθοι δὲ οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι. [4] ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε: [5]Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον τὸν σόν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι [p. 140] Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν. [6] ἀλλὰ περιέστηκεν τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία. [7] Γότθων γάρ, ὥσπερ οἶσθα, φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται. [8] ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγους τε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι. [9] τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν. [10] πράξομεν δέ τι, ὡς τὸ εἰκός, ἀρετῆς ἄξιον, ἤν γέ σε τῶν ἔργων ἀρχηγὸν ἕξομεν.’ Γότθοι μὲν τοσαῦτα εἶπον. [11] Οὐραΐας δὲ ἀμείβεται ὧδε: ‘Ὡς μὲν δεῖ ἐν τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίνδυνον αἱρεῖσθαι, ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει. [12] ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντάπασιν οἶμαι ἀξύμφορον εἶναι: πρῶτα μέν, ὅτι Οὐιττίγιδος ἀδελφιδοῦς ὤν, ἀνδρὸς οὕτως ἠτυχηκότος, εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπεσθαι οἴονται ἄνθρωποι: [13] ἔπειτα δὲ οὐδὲ ὅσια ποιεῖν δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ̓ αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ εἰκός, ἕξω. [14] ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς κίνδυνον τόνδε [p. 142] Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον. [15] δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός. διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.’ [16] Τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν. [17] δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέα τε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν Ἰλδίβαδος κατέστη. [18] ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε: ‘Ἅπαντας ὑμᾶς, ἄνδρες ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέρουσα θρασύνεσθαι ῆκιστα εἴωθεν. [19] ἄξιον δὲ ἀναμνησθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι. [20] λήθη γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας, [21] ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. Οὐίττιγις τοίνυν οὐκ ἀκόντων γε οὐδὲ ἀντιτεινόντων ὑμῶν ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ̓ ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα [p. 144] ξυμφορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον τοῖς σώμασι διακινδυνεύειν ἀπέραντα. [22] νῦν μέντοι αὐτὸν ἀκηκοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν ἐγχειρεῖν ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις δοκεῖ γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις τῶν πραγμάτων ἀπόβασις ἀπ̓ ἐναντίας ἐχώρησε. [23] τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ ἀπροσδοκήτου πεφύκασιν: ὅπερ καὶ νῦν Βελισαρίῳ ξυμβήσεσθαι οὐδὲν ἀπεικός. [24] ἄμεινον τοίνυν πυθέσθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστάναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτω τε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.’ [25] Ταῦτα Ἰλδίβαδος εἰπὼν εὖ τε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶν τε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλα τε τοιαῦτα πολλὰ λέγοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν. [26] οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήν τε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθων τε καὶ Ἰταλιωτῶν προσκυνήσοντα. [27] οἱ μὲν πρέσβεις [p. 146] ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα ἐπισπάσασθαι αὐτίκα δὴ μάλα. [28] δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν, ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς βασιλείας ὀνόματος. [29] καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντό τε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα λόγον ἀπήγγελλον. [30] Βελισάριος δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει καὶ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: