previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε. [2] δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι. [3] δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν. [4] δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς τροφῶν ξυγκομιδῆς ἕνεκα ἄλλου ὁτουοῦν ἴωσιν. [5] ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέ τε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν. [6] ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας: ᾔδει γὰρ Εὐθάλιόν τε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι. [7] ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι. [8] ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων [p. 300] στρατόπεδον. [9] ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν: [10] οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρην τε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν. [11] χρόνον δὲ πολὺν μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ̓ ἐπιοῦσί τε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον. [12] προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη: καρτερᾶς τε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπό τε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον. [13] ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον πόνος ἐπὶ μέγα ᾔρετο. καὶ κραυγὴ τήν τε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε. [14] τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. Ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε. [15] τῆς τε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον. [16] ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆς [p. 302] τε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει. [17] καὶ τοῦ μὲν τοξεύματος ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆν τε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο. [18] ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [19] Ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵ τε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα. [20] καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασί τε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι. [21] ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο. [22] καὶ αὐτὸν ἔπαισαν μὲν ὁμοῦ τοῖς δόρασιν ἅπαντες. τοῦ δὲ θώρακος ὑφισταμένου αἱ μὲν ἄλλαι πληγαὶ οὐ σφόδρα ἐλύπουν, εἷς δὲ τῶν Γότθων ἐξόπισθεν ὑπὲρ μασχάλην τὴν δεξιὰν γυμνοῦ τοῦ σώματος ἄγχιστα τοῦ ὤμου ἐπιτυχὼν ἔπληξε τὸν νεανίαν, οὐ καιρίαν μέντοι, οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν. [23] ἔμπροσθεν δὲ ἄλλος μηρὸν αὐτοῦ τὸν εὐώνυμον νύξας τὸν ταύτῃ μυῶνα οὐκ εὐθείᾳ τινί, ἀλλ̓ ἐγκαρσίᾳ πληγῇ ἔτεμε. [24] Βαλεριανὸς [p. 304] δὲ καὶ Μαρτῖνος τὰ ποιούμενα κατεῖδόν τε καί οἱ ἐπιβεβοηθηκότες ὡς τάχιστα ἔτρεψάν τε τοὺς πολεμίους καὶ τοῦ χαλινοῦ τοῦ Βώχα ἵππου ἄμφω λαβομένω ἐς τὴν πόλιν ἀφίκοντο. νύξ τε ἐπεγένετο καὶ ξὺν τοῖς χρήμασιν Εὐθάλιος ἦλθεν. [25] Ἐπεὶ δὲ ἅπαντες ἐν τῇ πόλει ἐγένοντο, τῶν τραυμάτων ἐπεμελοῦντο. Ἄρζου μὲν οὖν τὸ βέλος ἀπὸ τοῦ προσώπου ἀφέλκεσθαι βουλόμενοι οἱ ἰατροὶ χρόνον τινὰ ἤσχαλλον, οὐχ ὅτι τοῦ ὀφθαλμοῦ ἕνεκεν, ὃν δὴ οὐκ ἄν ποτε σωθήσεσθαι ὑπετόπαζον, ἀλλ̓ ὅπως μὴ ὑμένων τε καὶ νεύρων τρήσεσιν, οἷα πολλὰ ἐνταῦθά ἐστιν, ἄνδρα τῆς Βελισαρίου οἰκίας ἄριστον διαφθείρωσιν. [26] ἔπειτα δὲ τῶν τις ἰατρῶν, Θεόκτιστος ὄνομα, ὄπισθεν ἐς τὸν αὐχένα ἐρείσας ἐπυνθάνετο τοῦ ἀνθρώπου εἰ λίαν ἀλγοίη. [27] τοῦ δὲ ἀλγεῖν φήσαντος, ‘Οὐκοῦν αὐτός τε σωθήσῃ,’ εἶπε, ‘καὶ τὴν ὄψιν οὐκ ἂν βλαβήσῃ.’ ταῦτα δὲ ἰσχυρίσατο τεκμηράμενος ὅτι τοῦ βέλους ἀκὶς τοῦ δέρματος οὐ πόρρω διήκει. [28] τοῦ μὲν οὖν ἀτράκτου ὅσον ἔξω ἐφαίνετο ἐκτεμὼν ἔρριψε, διελὼν δὲ τῶν ἰνίων τὸ δέρμα οὗ μάλιστα ἀνὴρ πολυώδυνος ἦν, ἐντεῦθεν πόνῳ οὐδενὶ τὴν ἀκίδα ἐφείλκυσε, τρισί τε προὔχουσαν ὀπίσω ὀξείαις καὶ μοῖραν τοῦ βέλους τὴν λειπομένην ξὺν αὐτῇ φέρουσαν. [29] οὕτω τε Ἄρζης κακῶν τε παντάπασιν ἀπαθὴς ἔμεινε καὶ οὐδὲ ἴχνος αὐτοῦ τῆς πληγῆς ἐς τὸ πρόσωπον ἀπελείπετο. [30] Κουτίλας δὲ βιαιότερον τοῦ δορατίου ἐκ τῆς κεφαλῆς ἀφαιρεθέντος ῾ἐπεπήγει γὰρ ἐπὶ πλεῖστον̓ ἐς λειποθυμίαν ἐξέπεσεν. [p. 306] [31] ἐπεὶ δέ οἱ φλεγμαίνειν αἱ τῇδε μήνιγγες ἤρξαντο, φρενίτιδι νόσῳ ἁλοὺς οὐ πολλῷ ὕστερον ἐτελεύτησε. [32] Βώχαν μέντοι αὐτίκα αἵματός τε ῥύσις ἄφατος ἐκ τοῦ μηροῦ ἔσχε καὶ τεθνηξομένῳ οὐκ ἐς μακρὰν ἐῴκει. αἴτιον δὲ τούτου εἶναι ἰατροὶ ἔλεγον ὅτι οὐκ ἐπ̓ εὐθείας, ἀλλ̓ ἐγκαρσίᾳ ἐντομῇ τὸν μυῶνα πληγὴ ἔκοψεν. [33] ἡμέραις γοῦν ἀπέθανε τρισὶν ὕστερον. διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο: Γότθων δὲ θρῆνοί τε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων ἠκούοντο. [34] καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν ταῖς ξυμβολαῖς διεφθάρησαν. [35] ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν. [36] ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, οὓς δὴ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν. [37] Ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαί, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσονται. [38] τότε δὲ τε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. [p. 308]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: