previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν. [2] ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει. [3] ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει. [4] Ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ̓ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ̓ αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους δὴ [p. 380] πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστίν, Ἀγκὼν ὄνομα, [5] δυοῖν ἡμέραιν ὁδὸν Ἀριμίνου διέχον. ἤδη γὰρ αὐτὸ οὐ πολλῷ πρότερον κατειλήφει, Κόνωνα ξύν τε Ἰσαύρων καὶ Θρᾳκῶν στρατεύματι οὐκ ὀλίγῳ πέμψας. [6] ἤλπιζε γάρ, ἢν πεζοί τε καὶ μόνοι ἀρχόντων οὐκ ἀξιολόγων σφίσι παρόντων Ἀρίμινον ἔχωσιν, οὔποτε αὐτῆς ἐς πολιορκίαν Γότθων τὴν δύναμιν καταστήσεσθαι, ἀλλ̓ ὑπεριδόντας ἐπὶ Ῥαβέννης αὐτίκα ἰέναι, ἤν τε Ἀρίμινον πολιορκεῖν ἐθελήσωσι, τοῖς τε πεζοῖς τὰ ἐπιτήδεια ἐς πλείω τινὰ χρόνον ἀρκέσειν: [7] καὶ ὡς ἱππεῖς δισχίλιοι ἔξωθεν ξὺν τῷ ἄλλῳ στρατῷ ἰόντες πολλά τε κακά, ὡς τὸ εἰκός, τοὺς πολεμίους ἐργάσονται καὶ ῥᾷον ἐς τῆς προσεδρείας αὐτοὺς τὴν διάλυσιν ξυνελάσουσι. [8] τοιαύτῃ μὲν γνώμῃ Βελισάριος τοῖς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα ταῦτα ἐπήγγελλεν. οἱ δὲ διὰ Φλαμινίας ὁδοῦ πορευόμενοι λίαν τε τοὺς βαρβάρους προτερήσαντες ᾔεσαν. [9] ἅτε γὰρ ἐν πολλῷ ὁμίλῳ οἱ Γότθοι σχολαίτεροι ἐπορεύοντο, καὶ περιόδοις ἠναγκάζοντο μακραῖς τισι χρῆσθαι τῶν τε ἀναγκαίων τῇ ἀπορίᾳ καὶ τῶν ἐν Φλαμινίᾳ ὁδῷ ὀχυρωμάτων ἥκιστα ἐθέλοντες ἄγχιστά πη ἰέναι, ἐπεὶ αὐτὰ οἱ πολέμιοι, ὥσπερ μοι ἔμπροσθεν δεδήλωται, Ναρνίαν τε καὶ Σπολίτιον καὶ Περυσίαν εἶχον. [10] Ῥωμαίων δὲ τὸ στράτευμα, ἐπειδὴ τῇ Πέτρᾳ ἐνέτυχον, ὁδοῦ ποιούμενοι πάρεργον, ἀπεπειράσαντο τοῦ ταύτῃ φρουρίου. τοῦτο δὲ τὸ ὀχύρωμα οὐκ ἄνθρωποι ἐτεκτήναντο, ἀλλὰ τοῦ χωρίου [p. 382] φύσις ἐξεῦρεν: ὁδὸς γάρ ἐστιν ἐς ἄγαν κρημνώδης. [11] ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομός τε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται. [12] προϊόντι τε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη. [13] διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται. [14] φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν. [15] οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κοφυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους. [16] οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἶοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε. [17] τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ̓ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν. [18] τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε [p. 384] ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη. [19] διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ̓ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες. [20] καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν. [21] ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον. [22] Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: