previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον ῾ἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν̓, καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι. [2] τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκός, ἤχθοντο. [3] ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, Θευδάτου γαμβρός, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε [p. 70] παρὰ βασιλέα σταλείς, γερῶν τε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε. [4] τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου τῶν νηῶν στόλος. [5] ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ. [6] καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον ἐν τῷ προαστείῳ ἐστὶν ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ̓ ἐπείπωσί τε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν. [7] αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε: ‘Οὐ δίκαια ποιεῖς, στρατηγέ, ἐπ̓ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ̓ ἀντιπρᾶξαι, [8] ἢν ἐθέλωμεν, ἐφ̓ ἡμῖν εἶναι. ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν. [9] οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται. [10] εἰ [p. 72] δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ̓ ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε. [11] ὥστε τηνάλλως χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.’ Τοσαῦτα μὲν Στέφανος εἶπε. Βελισάριος δὲ ἀμείβεται ὧδε: [12]Τὸ μὲν εὖ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ. [13] δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ̓ ὑμῖν ἕλησθε. [14] ὅσοι μὲν γὰρ δουλείαν ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ. [15] οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ [p. 74] τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω. [16] Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι. [17] ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι. [18] εἰ μέντοι βουλομένοις Νεαπολίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.’ [19] Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι. [20] Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι. [21] καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνήρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων. [22] Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι. [23] τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ [p. 76] πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται. [24] ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν. [25] ὅς, ἐπεὶ ἐς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο. [26] ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι. [27] ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων. [28] καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο. [29] Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε: ‘Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικός, ἄλλως τε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν. [30] ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον [p. 78] οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ: πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν. [31] ὁρῶμεν τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελισαρίῳ ὑμᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, πολλά τε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι. [32] εἰ μὲν οὖν καὶ τοῦτο ὑμῖν ἀναδέχεσθαι οἷός τέ ἐστιν ὡς ἐς αὐτὸν ἥξει τὸ τοῦ πολέμου κράτος, οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι. [33] τῷ γὰρ κυρίῳ γενησομένῳ μὴ οὐχὶ πάντα χαρίζεσθαι πολλὴ ἄνοια. εἰ δὲ τοῦτο μὲν ἐν ἀδήλῳ κεῖται, ἀνθρώπων δὲ οὐδεὶς ἀξιόχρεώς ἐστι τὴν τῆς τύχης ἀναδέχεσθαι γνώμην, σκέψασθε ὑπὲρ οἵων ὑμῖν συμφορῶν σπουδὴ γίγνεται. [34] ἢν γὰρ τῷ πολέμῳ Γότθοι τῶν δυσμενῶν περιέσονται, ὡς πολεμίους ὑμᾶς καὶ τὰ δεινότατα σφᾶς αὐτοὺς εἰργασμένους κολάσουσιν. [35] οὐ γὰρ ἀνάγκῃ βιαζόμενοι, ἀλλὰ γνώμῃ ἐθελοκακοῦντες ἐς τὴν προδοσίαν καθίστασθε. ὥστε καὶ Βελισαρίῳ κρατήσαντι τῶν πολεμίων ἴσως ἄπιστοί τε φανούμεθα καὶ τῶν ἡγουμένων προδόται, καὶ ἅτε δραπέται γεγενημένοι, ἐς πάντα τὸν αἰῶνα φρουρὰν πρὸς βασιλέως κατὰ τὸ εἰκὸς ἕξομεν. [36] γάρ του προδότου τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυτίκα νικήσας ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ̓ ἑαυτῷ τὰ τῆς ἀπιστίας γνωρίσματα ἔχων. [37] ἢν μέντοι πιστοὶ Γότθοις ἐν τῷ παρόντι γενώμεθα, γενναίως ὑποστάντες τὸν κίνδυνον, αὐτοί τε τῶν πολεμίων κρατήσαντες μεγάλα ἡμᾶς [p. 80] ἀγαθὰ δράσουσι καὶ Βελισάριος ἡμῖν νενικηκώς, [38] ἂν οὕτω τύχῃ, συγγνώμων ἔσται. εὔνοια γὰρ ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπων ὅτι μὴ ἀξυνέτου κολάζεται. [39] τί δὲ καὶ παθόντες κατωρρωδήκατε τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν ἀναγκαίων κάθησθε οἴκοι, τῷ τε περιβόλῳ καὶ φρουροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐδ̓ ἂν Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε. [40] καίτοι εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐδὲ τῇ παῤ ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύναμιν, ἀλλὰ Θευδάτῳ τε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, ὅπως κινδύνου τε καὶ προδοσίας ἡμετέρας χωρὶς πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.’ [41] Τοσαῦτα Πάστωρ τε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίους παρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς τὸν περίβολον ἰσχυρίζοντο. [42] οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. [43] δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκις τε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλούς, καὶ μάλιστα οἷς δὴ ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε. [44] τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις [p. 82] τισὶν ἀπρόσοδόν τε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τά τε ἄλλα καὶ διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν. [45] καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντός τε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: