previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ῥωμαίοις μὲν τὰ ἐς τὴν ξυμβολὴν παρεσκεύαστο ὧδε. Οὐίττιγις δὲ Γότθους ἐξώπλισεν ἅπαντας, οὐδένα ἐν τοῖς χαρακώμασιν, ὅτι μὴ τοὺς ἀπομάχους, ἀπολιπών. [2] καὶ τοὺς μὲν ἀμφὶ Μαρκίαν ἐν Νέρωνος πεδίῳ μένειν ἐκέλευε, φυλακῆς τε τῆς ἐν γεφύρᾳ ἐπιμελεῖσθαι, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι ἐπὶ σφᾶς ἴωσιν: αὐτὸς δὲ τὸ ἄλλο στράτευμα ξυγκαλέσας ἔλεξε τοιάδε: [3]Ἴσως ἂν ὑμῶν τισι περὶ τῇ ἀρχῇ δεδιέναι δοκοίην καὶ ἀπ̓ αὐτοῦ τήν τε ἄλλην ἐς ὑμᾶς φιλοφροσύνην ἐνδείξασθαι καὶ τανῦν ὑπὲρ εὐτολμίας ὑμῖν ἐπαγωγὰ φθέγγεσθαι. [4] καὶ τοῦτο οὐκ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου λογίζονται. εἰώθασι γὰρ ἀμαθεῖς ἄνθρωποι, ὧν μὲν ἄν δέοιντο, πρᾳότητι ἐς αὐτοὺς χρῆσθαι, κἂν πολλῷ τῷ διαλλάσσοντι καταδεέστεροι τύχωσιν ὄντες, ἐς δὲ τοὺς ἄλλους δυσπρόσοδοι εἶναι, ὧν τῆς ὑπουργίας οὐ χρῄζουσιν. [5] ἐμοὶ μέντοι οὔτε βίου καταστροφῆς οὔτε ἀρχῆς στερήσεως μέλει. εὐξαίμην γὰρ ἂν καὶ τὴν πορφυρίδα ταύτην ἀποδύσασθαι τήμερον, εἰ Γότθος ἀνὴρ αὐτὴν ἐνδιδύσκεσθαι μέλλοι. [6] καὶ τὸ Θευδάτου πέρας ὄλβιον ἐν τοῖς μάλιστα γεγενῆσθαι νενόμικα, γε ταῖς τῶν ὁμοφύλων χερσὶ τήν τε ἀρχὴν ἀφεῖναι καὶ τὴν ψυχὴν ἅμα τετύχηκε. [7] συμφορὰ γὰρ ἰδίᾳ προσπίπτουσα μὴ συμφθειρομένου τοῦ γένους τοῖς γε οὐκ ἀνοήτοις παραψυχῆς οὐκ [p. 274] ἐστέρηται. [8] ἐννοοῦντά με δὲ τό τε Βανδίλων πάθος καὶ τὸ τοῦ Γελίμερος τέλος οὐδὲν εἰσέρχεται μέτριον, ἀλλὰ Γότθους μὲν ὁρᾶν μοι δοκῶ ξὺν τοῖς παισὶ δεδουλωμένους, γυναῖκας δὲ ὑμετέρας ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγατρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει: ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι δείσαντας ἐς μάχην τήνδε καθίστασθαι. [9] οὕτω γὰρ ἂν ἐν τῷ τῆς ξυμβολῆς χωρίῳ τὴν τοῦ βίου καταστροφὴν περὶ πλείονος τῆς μετὰ τὴν ἧτταν σωτηρίας ποιήσαισθε. ἑνὶ γὰρ μόνῳ κακοτυχεῖν ἄνδρες γενναῖοι τῷ τῶν πολεμίων ἐλασσοῦσθαι νομίζουσι. [10] θάνατος δέ, ἄλλως τε καὶ ταχὺς ἥκων, εὐδαίμονας ἀεὶ τοὺς πρόσθεν οὐκ εὐτυχοῦντας ἐργάζεται. [11] εὔδηλόν τε ὡς, ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμβολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, ὀλίγους τε ὄντας καὶ Γραικούς, κολάσετε δὲ αὐτοὺς αὐτίκα δὴ μάλα τῆς τε ἀδικίας καὶ ὕβρεως ἧς ἐς ἡμᾶς ἦρξαν. [12] ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇ τε καὶ πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, οἱ δὲ θρασύνονται καθ̓ ἡμῶν τοῖς ἡμετέροις κακοῖς ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ παρὰ τὴν ἀξίαν εὐτύχημα.’ [13] Τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ ἐς ἄμφω τὰ κέρατα. [14] οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων [p. 276] τὴν φάλαγγα διέτασσεν, ἀλλ̓ αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης. [15] ἤλπιζε γάρ, ἢν ἐν τῷ πεδίῳ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐδὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη. [16] Οἱ μὲν οὖν στρατιῶται πρωῒ ἀρξάμενοι ἔργου ἑκατέρωθεν εἴχοντο: Οὐίττιγις δὲ καὶ Βελισάριος ὄπισθεν ἐγκελευόμενοι ἀμφοτέρους ἐς εὐψυχίαν ὥρμων. [17] καὶ τὰ μὲν πρῶτα καθυπέρτερα ἦν τὰ Ῥωμαίων, οἵ τε βάρβαροι πρὸς τῶν τοξευμάτων συχνοὶ ἔπιπτον, δίωξις μέντοι αὐτῶν οὐδεμία ἐγίνετο. [18] ἅτε γὰρ ἐν πλήθει μεγάλῳ οἱ Γότθοι καθεστῶτες ῥᾷστα δὴ ἐς τῶν διαφθειρομένων τὴν χώραν ἕτεροι ἵσταντο, αἴσθησίν τε οὐδεμίαν τῶν ἐν σφίσιν ἀπολλυμένων παρείχοντο. καὶ τοῖς Ῥωμαίοις ἱκανὸν ἐφαίνετο λίαν ὀλίγοις οὖσιν ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι. [19] τήν τε μάχην ἄχρι ἐς τὰ τῶν ἐναντίων στρατόπεδα διενεγκοῦσιν ἐς μέσην ἡμέραν, καὶ πολλοὺς ἤδη διαφθείρασι τῶν πολεμίων βουλομένοις ἦν ἐς τὴν πόλιν ἐπανιέναι, ἤν τις αὐτοῖς γένηται σκῆψις. [20] ἐν τούτῳ τῷ πόνῳ ἄνδρες Ῥωμαίων ἀγαθοὶ πάντων μάλιστα ἐγένοντο τρεῖς, Ἀθηνόδωρός τε, ἀνὴρ Ἴσαυρος, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, καὶ Θεοδωρίσκος τε καὶ Γεώργιος, [21] Μαρτίνου δορυφόροι, Καππαδόκαι γένος. ἀεὶ γὰρ τοῦ τῆς φάλαγγος ἐξιόντες μετώπου δόρασι [p. 278] διειργάζοντο τῶν βαρβάρων πολλούς. ταῦτα μὲν ἐφέρετο τῇδε. [22] Ἐν δὲ Νέρωνος πεδίῳ χρόνον μὲν συχνὸν ἀντεκάθηντο ἑκάτεροι ἀλλήλοις, καὶ οἱ Μαυρούσιοι ἐπεκδρομάς τε ἀεὶ ποιούμενοι καὶ τὰ δοράτια ἐσακοντίζοντες τοὺς Γότθους ἐλύπουν. [23] ἐπεξιέναι γὰρ αὐτοῖς ἥκιστα ἤθελον, δεδιότες τοὺς ἐκ τοῦ Ῥωμαίων δήμου οὐκ ἄποθεν ὄντας, οὓς δὴ στρατιώτας τε ᾤοντο εἶναι καί τινα ἐνέδραν ἐς σφᾶς ποιουμένους ἡσυχῆ μένειν, ὅπως κατὰ νώτου ἰόντες ἀμφιβόλους τε ποιησάμενοι διαφθείρωσιν. [24] ἤδη δὲ τῆς ἡμέρας μεσούσης ὁρμᾷ μὲν τὸ Ῥωμαίων στράτευμα ἐκ τοῦ αἰφνιδίου ἐπὶ τοὺς πολεμίους, τρέπονται δὲ παρὰ δόξαν οἱ Γότθοι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες. [25] καὶ οὐδὲ ἐς τὸ χαράκωμα φυγεῖν ἴσχυσαν, ἀλλ̓ ἐς τοὺς ἐκείνῃ λόφους ἀναβάντες ἡσύχαζον. οἱ δὲ Ῥωμαῖοι πολλοὶ μὲν ἦσαν, οὐ στρατιῶται δὲ πάντες, [26] ἀλλ̓ οἱ πλεῖστοι γυμνὸς ὅμιλος. ἅτε γὰρ τοῦ στρατηγοῦ ἑτέρωθι ὄντος πολλοὶ ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ναῦται καὶ οἰκέται τοῦ πολέμου μεταλαχεῖν ἐφιέμενοι ἀνεμίγνυντο τῷ ταύτῃ στρατῷ. [27] καὶ πλήθει μὲν τοὺς βαρβάρους ἐκπλήξαντες, ὥσπερ ἐρρήθη, ἐς φυγὴν ἔτρεψαν, ἀκοσμίᾳ δὲ τὰ Ῥωμαίων πράγματα ἔσφηλαν. [28] ἐπιμιξίᾳ γὰρ τῇ ἐκείνων ἐς ἀταξίαν πολλὴν οἱ στρατιῶται ἐμπεπτωκότες, καίπερ σφίσι Βαλεντίνου πολλὰ ἐγκελευομένου, τῶν παραγγελλομένων ἥκιστα ἤκουον. [29] διόπερ οὐδὲ τοῖς φεύγουσιν ἐπισπόμενοί [p. 280] τινα ἔκτεινον, ἀλλ̓ ἐν τοῖς λόφοις ἡσυχάζοντας ἀδεῶς τὰ ποιούμενα θεᾶσθαι ξυνεχώρησαν. [30] οὐδὲ τὴν ἐκείνῃ διελεῖν γέφυραν ἐν νῷ ἐποιήσαντο, ὅπως τὸ λοιπὸν πόλις μὴ ἑκατέρωθεν πολιορκοῖτο, τῶν βαρβάρων ἔτι ὑπὲρ ποταμὸν Τίβεριν ἐνστρατοπεδεύεσθαι οὐκ ἂν δυναμένων. [31] οὐ μὴν οὐδὲ τὴν γέφυραν διαβάντες κατὰ νώτου τῶν ἐναντίων ἐγένοντο οἳ τοῖς ἀμφὶ Βελισάριον ταύτῃ ἐμάχοντο. ὅπερ εἰ ἐγεγόνει, οὐκ ἂν ἔτι, οἶμαι, οἱ Γότθοι πρὸς ἀλκὴν ἔβλεπον, ἀλλ̓ ἐς φυγὴν αὐτίκα μάλα ἐτράποντο, ὡς ἕκαστός πη ἐδύνατο. [32] νῦν δὲ καταλαβόντες τὸ τῶν πολεμίων χαράκωμα ἐς ἁρπαγὴν τῶν χρημάτων ἐτράποντο, καὶ πολλὰ μὲν ἐνθένδε ἀργυρώματα, πολλὰ δὲ ἄλλα χρήματα ἔφερον. [33] οἱ δὲ βάρβαροι χρόνον μέν τινα θεώμενοι τὰ ποιούμενα ἡσύχαζόν τε καὶ αὐτοῦ ἔμενον, τέλος δὲ ξυμφρονήσαντες θυμῷ τε πολλῷ καὶ κραυγῇ ἐχόμενοι ἐπὶ τοὺς ἐναντίους ἐχώρησαν. [34] εὑρόντες δὲ ἀνθρώπους κόσμῳ οὐδενὶ τὰ σφέτερα ληϊζομένους ἔκτεινάν τε συχνοὺς καὶ τοὺς λοιποὺς κατὰ τάχος ἐξήλασαν. ὅσοι γὰρ ἐγκαταληφθέντες αὐτῶν οὐ διεφθάρησαν, ἀπὸ τῶν ὤμων τὰ χρήματα ῥίψαντες ἄσμενοι ἔφευγον. [35] Ἐν δὲ ταῦτα ἐν Νέρωνος πεδίῳ ἐγίνετο, ἐν τούτῳ ἄλλος τῶν βαρβάρων στρατὸς ἄγχιστα τῶν σφετέρων στρατοπέδων ταῖς ἀσπίσι φραξάμενοι τοὺς ἐναντίους καρτερῶς ἠμύναντο, καὶ πολλοὺς μὲν ἄνδρας, ἵππους δὲ πολλῷ πλείους διέφθειρον. [36] ἐπεὶ δὲ Ῥωμαίων οἱ μὲν τραυματίαι γεγενημένοι, οἱ δὲ τῶν ἵππων σφίσι διαφθαρέντων [p. 282] ἐξέλιπον τὴν παράταξιν, ἐν ὀλίγῃ καὶ πρότερον τῇ στρατιᾷ οὔσῃ ἔτι μᾶλλον ὀλιγανθρωπία διαφανὴς ἦν, πολύ τε τὸ διαλλάσσον τοῦ τῶν Γότθων ὁμίλου ἐφάνη. [37] ἅπερ ἐν νῷ λαβόντες οἱ τῶν βαρβάρων ἱππεῖς ἐκ τοῦ δεξιοῦ κέρως ἐπὶ τοὺς κατ̓ αὐτοὺς πολεμίους ἐχώρησαν δρόμῳ. ὧν δὴ τὰ δόρατα οὐκ ἐνεγκόντες οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ὥρμηντο καὶ ἐς τῶν πεζῶν τὴν φάλαγγα ἧκον. [38] οὐ μὴν οὐδὲ οἱ πεζοὶ τοὺς ἐπιόντας ὑφίσταντο, ἀλλὰ ξὺν τοῖς ἱππεῦσιν οἱ πολλοὶ ἔφευγον. αὐτίκα δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα ὑπεχώρει, ἐγκειμένων σφίσι τῶν πολεμίων, καὶ τροπὴ κατὰ κράτος ἐγίνετο. [39] Πριγκίπιος δὲ καὶ Ταρμοῦτος ξὺν ὀλίγοις τισὶ τῶν ἀμφ̓ αὑτοὺς πεζῶν ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια ἐς αὐτούς. [40] μαχομένους τε γὰρ καὶ τρέπεσθαι ξὺν τοῖς ἄλλοις ἥκιστα ἀξιοῦντας τῶν Γότθων οἱ πλεῖστοι ἐν θαύματι τοῦτο μεγάλῳ ποιούμενοι ἔστησαν. καὶ ἀπ̓ αὐτοῦ οἵ τε ἄλλοι πεζοὶ καὶ τῶν ἱππέων οἱ πλεῖστοι ἀδεέστερον διεσώθησαν. [41] Πριγκίπιος μὲν οὖν, κρεουργηθεὶς τὸ σῶμα ὅλον, αὐτοῦ ἔπεσε, καὶ πεζοὶ ἀμφ̓ αὐτὸν τεσσαράκοντα καὶ δύο. [42] Ταρμοῦτος δὲ δύο ἀκόντια Ἰσαυρικὰ ἐν ἀμφοτέραις ταῖς χερσὶν ἔχων, νύττων τε ἀεὶ τοὺς ἐπιόντας ἐπιστροφάδην, ἐπειδὴ κοπτόμενος τὸ σῶμα ἀπεῖπεν, Ἔννου τἀδελφοῦ ξὺν ἱππεῦσί τισιν ἐπιβεβοηθηκότος, ἀνέπνευσέ τε καὶ δρόμῳ ὀξεῖ λύθρου τε καὶ πληγῶν ἔμπλεως ἐπὶ τὸν περίβολον οὐδέτερον τῶν ἀκοντίων ἀποβαλὼν ᾔει. [43] ποδώκης δὲ ὢν φύσει διαφυγεῖν ἴσχυσε, [p. 284] καίπερ οὕτω τοῦ σώματος ἔχων, παῤ αὐτάς τε τὰς Πιγκιανὰς πύλας ἐλθὼν ἔπεσε. καὶ αὐτὸν τετελευτηκέναι δόξαντα ὑπὲρ ἀσπίδος ἄραντες τῶν τινες ἑταίρων ἐκόμισαν. [44] δὲ ἡμέρας δύο ἐπιβιοὺς ἐτελεύτησε, λόγον αὑτοῦ πολὺν ἔν τε Ἰσαύροις καὶ τῷ ἄλλῳ στρατοπέδῳ ἀπολιπών. [45] Πεφοβημένοι τε ἤδη Ῥωμαῖοι φρουρᾶς τῆς ἐν τῷ τείχει ἐπεμελοῦντο καὶ τὰς πύλας ἐπιθέντες ξὺν θορύβῳ πολλῷ τῇ πόλει τοὺς φεύγοντας οὐκ ἐδέχοντο, δεδιότες μὴ ξυνεισβάλλωσιν αὐτοῖς οἱ πολέμιοι. [46] καὶ αὐτῶν ὅσοι οὐκ ἔφθασαν τοῦ περιβόλου ἐντὸς γεγενημένοι, τὴν τάφρον διαβάντες καὶ τῷ τείχει τὰ νῶτα ἐρείσαντες, ἔτρεμόν τε καὶ πάσης ἀλκῆς ἐπιλελησμένοι εἱστήκεισαν, ἀμύνεσθαί τε τοὺς βαρβάρους ἥκιστα ἴσχυον, καίπερ ἐγκειμένους τε καὶ τὴν τάφρον ὑπερβῆναι ἐπ̓ αὐτοὺς μέλλοντας. [47] αἴτιον δὲ ἦν ὅτι τοῖς μὲν πολλοῖς τὰ δόρατα ἔν τε τῇ ξυμβολῇ καὶ τῇ φυγῇ κατεαγότα ἐτύγχανε, τὰ δὲ τόξα ἐνεργεῖν στενοχωρίᾳ τῇ πρὸς ἀλλήλους οὐχ οἷοί τε ἦσαν. [48] ἕως μὲν οὖν οὐ πολλοὶ ἐν ταῖς ἐπάλξεσι καθεωρῶντο, οἱ Γότθοι ἐνέκειντο, ἐλπίδα ἔχοντες τούς τε ἀποκεκλεισμένους ἅπαντας διαφθεῖραι καὶ τοὺς ἐν τῷ περιβόλῳ βιάσασθαι. [49] ἐπεὶ δὲ στρατιωτῶν τε καὶ τοῦ Ῥωμαίων δήμου ἀμυνομένων πολύ τι χρῆμα ἐς τὰς ἐπάλξεις εἶδον, αὐτίκα δὴ ἀπογνόντες ἐνθένδε ὀπίσω ἀπήλαυνον, πολλὰ τοὺς ἐναντίους κακίσαντες. [50] τε μάχη ἐν τοῖς τῶν βαρβάρων χαρακώμασιν ἀρξαμένη ἔν τε τῇ τάφρῳ καὶ τῷ τῆς πόλεως ἐτελεύτησε τείχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: