previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννης, θωρακίσασθαί τε ἅπαντας καὶ τάς τε ἀσπίδαν τά τε ξίφη ἀνελομένους ἡσυχάζειν, ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε. [2] καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε: βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι: [3] καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳ τε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι, [4] λύχνα ἀνελομένους, ἐκέλευε. καὶ ἄνδρας δύο ταῖς σάλπιγξε χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήν τε πόλιν ξυνταράξαι καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοί τε ὦσιν. [5] αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. Οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε. [6] πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναι τε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ̓ αὑτὸν εἶχεν [p. 94] οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι. τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρωδηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο. [7] οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε. [8] τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ̓ αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπήδησεν: ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν. [9] αἰσχυνθέντες δὲ τοῦ τε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι τολμήσαντες ξὺν αὐτοῖς εἵποντο. [10] Βελισάριος δὲ δείσας μὴ τῶν πολεμίων τισὶ τῶν πρασσομένων αἴσθησις γένηται, οἳ δὴ ἐς τὸν πύργον φυλακὴν εἶχον ὃς τοῦ ὀχετοῦ ἄγχιστα ἐτύγχανεν ὤν, ἐνταῦθά τε ἦλθε καὶ Βέσσαν ἐκέλευε τῇ Γότθων φωνῇ διαλέγεσθαι τοῖς ταύτῃ βαρβάροις, ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν ὅπλων πάταγος ἔναυλος εἴη. [11] καὶ Βέσσας μὲν αὐτοῖς ἀναβοήσας μέγα προσχωρεῖν Βελισαρίῳ παρῄνει, πολλὰ σφίσιν ἐπαγγελλόμενος ἀγαθὰ ἔσεσθαι. [12] οἱ δὲ ἐτώθαζον, πολλὰ ἐς Βελισάριόν τε καὶ βασιλέα ὑβρίζοντες. ταῦτα μὲν οὖν Βελισαρίῳ καὶ Βέσσᾳ ἐπράσσετο τῇδε. [13] δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ̓ οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνον τε καὶ Ἔννην ἅπαντες οὐδὲ ὅπου [p. 96] ποτὲ γῆς εἰσι ξυμβάλλεσθαι ἐδύναντο. [14] οὐ μὴν οὐδέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κομιδῆ ἀπημελημένον. [15] ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνη τε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δένδρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει. [16] οὗτοι ἐπειδὴ τόν τε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν διενοοῦντο, μηχανὴν μέντοι οὐδεμίαν εἶχον, ἄλλως τε καὶ ξὺν τοῖς ὅπλοις, τοῦ ὀχετοῦ ἀπαλλάσσεσθαι. ὑψηλὴ γάρ τις ἐνταῦθα οἰκοδομία ἔτυχεν οὖσα καὶ οὐδὲ ἀνάβασίν τινα ἔχουσα. [17] τῶν δὲ στρατιωτῶν ἐπὶ πλεῖστον ἀπορουμένων καὶ ἐς στενοχωρίαν πολλὴν ξυνιόντων ῾ἤδη γὰρ καὶ τῶν ὄπισθεν ἰόντων πολύς τις ξυνέρρει ὅμιλος᾿, ἐγένετο αὐτῶν τινι ἔννοια τῆς ἀνόδου ἀποπειράσασθαι. [18] καταθέμενος οὖν αὐτίκα τὰ ὅπλα, ταῖς τε χερσὶ καὶ τοῖς ποσὶ τὴν ἀνάβασιν βιασάμενος, ἐς τὸ τῆς γυναικὸς οἴκημα ἦλθε. [19] καὶ αὐτὴν ἐνταῦθα ἰδών, ἢν μὴ σιωπῴη, κτείνειν ἠπείλησεν. δὲ καταπλαγεῖσα ἄφωνος ἔμεινε. καὶ ὃς ἐκ τοῦ πρέμνου τῆς ἐλαίας ἱμάντα τινὰ ἰσχυρὸν ἀναψάμενος τὴν ἑτέραν τοῦ ἱμάντος ἀρχὴν ἐς τὸν ὀχετὸν ἔρριψεν. οὗ δὴ λαβόμενος τῶν στρατιωτῶν ἕκαστος ἀνέβαινε μόλις. [20] ἐπεὶ δὲ ἀναβεβήκεσαν ἅπαντες τῆς τε νυκτὸς τὸ τεταρτημόριον ἔτι ἐλείπετο, χωροῦσιν ἐπὶ τὸ τεῖχος: καὶ πύργων δύο τοὺς φύλακας, οὐδέν τι αἰσθανομένους [p. 98] τοῦ κακοῦ, κτείνουσιν ἀμφὶ τὰ πρὸς βορρᾶν τοῦ περιβόλου, ἔνθα Βελισάριος ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ εἱστήκει, καραδοκῶν τὰ πρασσόμενα. [21] καὶ οἱ μὲν τὸ στράτευμα ἐπὶ τὸ τεῖχος ταῖς σάλπιγξιν ἐκάλουν, Βελισάριος δὲ τῷ περιβόλῳ τὰς κλίμακας ἐρείσας τοὺς στρατιώτας ἐνθένδε ἀναβαίνειν ἐκέλευε. [22] τῶν δὲ κλιμάκων οὐδεμίαν διήκειν ἄχρι ἐς τὰς ἐπάλξεις ξυνέβαινεν. ἅτε γὰρ αὐτὰς οὐκ ἐκ τοῦ ἐμφανοῦς οἱ τεχνῖται ποιούμενοι μέτρου τοῦ καθήκοντος οὐχ οἷοί τε ἐξικνεῖσθαι ἐγένοντο. [23] διόπερ δύο ἐς ἀλλήλας ξυνδέοντες καὶ ἐπ̓ ἀμφοῖν ἀναβαίνοντες οὕτω δὴ τῶν ἐπάλξεων καθυπέρτεροι οἱ στρατιῶται ἐγένοντο. ταῦτα μὲν οὖν Βελισαρίῳ ἐφέρετο τῇδε. [24] Ἐς δὲ τὰ πρὸς θάλασσαν τοῦ περιβόλου, ἔνθα οὐχ οἱ βάρβαροι, ἀλλὰ Ἰουδαῖοι φυλακὴν εἶχον, οὔτε ταῖς κλίμαξι χρῆσθαι οὔτε ἀναβαίνειν ἐς τὸ τεῖχος οἱ στρατιῶται ἐδύναντο. [25] οἱ γὰρ Ἰουδαῖοι τοῖς πολεμίοις ἤδη προσκεκρουκότες, ἐμπόδιοί τε γεγενημένοι ὅπως μὴ τὴν πόλιν ἀμαχητὶ ἕλωσι, καὶ ἀπ̓ αὐτοῦ ἐλπίδα οὐδεμίαν ἢν ὑπ̓ αὐτοῖς ὦσιν ἔχοντες, καρτερῶς τε, καίπερ αὐτοῖς τῆς πόλεως ἤδη ἁλούσης, ἐμάχοντο καὶ τῇ τῶν ἐναντίων προσβολῇ παρὰ δόξαν ἀντεῖχον. [26] ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τῶν ἀναβεβηκότων τινὲς ἐπ̓ αὐτοὺς ᾔεσαν, οὕτω δὴ καὶ αὐτοὶ ὄπισθεν βαλλόμενοι ἔφευγον, καὶ κατὰ κράτος Νεάπολις ἥλω. καὶ τῶν πυλῶν ἤδη ἀνακεκλιμένων ἅπας Ῥωμαίων στρατὸς εἰσῄει. [27] ὅσοι δὲ ἀμφὶ πύλας ἐτετάχατο [p. 100] τὰς πρὸς ἀνίσχοντα ἥλιον τετραμμένας, ἐπεὶ κλίμακες σφίσι παροῦσαι οὐδαμῆ ἔτυχον, ταύτας δὴ τὰς πύλας ἀφυλάκτους παντάπασιν οὔσας ἔκαυσαν. [28] ἔρημον γὰρ ἀνδρῶν τὸ ἐκείνῃ τεῖχος, ἅτε τῶν φυλάκων δρασμῷ χρησαμένων, [29] ἐγένετο. φόνος τε ἐνταῦθα πολὺς ἐγεγόνει. θυμῷ γὰρ ἐχόμενοι ἅπαντες, ἄλλως τε καὶ ὅσοις ἀδελφόν τινα ξυγγενῆ ἀποθανεῖν τειχομαχοῦντα τετύχηκε, τὸν ἐν ποσὶν ἀεί, οὐδεμιᾶς ἡλικίας φειδόμενοι, ἔκτεινον, ἔς τε τὰς οἰκίας ἐσβάλλοντες παῖδας μὲν καὶ γυναῖκας ἠνδραπόδισαν, τὰ δὲ χρήματα ἐληίσαντο, καὶ πάντων μάλιστα οἱ Μασσαγέται, οἳ οὐδὲ τῶν ἱερῶν ἀπεχόμενοι πολλοὺς τῶν ἐς αὐτὰ φυγόντων ἀνεῖλον, ἕως Βελισάριος πανταχόσε περιιὼν διεκώλυσέ τε καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε: [30]Ἐπειδὴ νενικηκέναι τε ἡμῖν δέδωκεν θεὸς καὶ ἐπὶ πλεῖστον εὐδοξίας ἀφῖχθαι, πόλιν ἀνάλωτον πρότερον οὖσαν ὑποχειρίαν ἡμῖν ποιησάμενος, ἀναγκαῖον καὶ ἡμᾶς τὸ μὴ ἀναξίους εἶναι τῆς χάριτος, ἀλλὰ τῇ ἐς τοὺς ἡσσημένους φιλανθρωπίᾳ τὸ δικαίως κεκρατηκέναι τούτων ἐνδείκνυσθαι. [31] μὴ τοίνυν ἀπέραντα Νεαπολίτας μισήσητε, μηδὲ ὑπερόριον τοῦ πολέμου τὸ ἐς αὐτοὺς ἔχθος ποιήσητε. τοὺς γὰρ ἡσσημένους οὐδεὶς τῶν νενικηκότων ἔτι μισεῖ. [32] κτείνοντές τε αὐτοὺς οὐ πολεμίων ἀπαλλαγήσεσθε τὸ λοιπόν, ἀλλὰ θανάτῳ ζημιωθήσεσθε τῶν ὑπηκόων. οὐκοῦν ἀνθρώπους τούσδε μηδὲν ἐργάσησθε περαιτέρω κακόν, μηδὲ [p. 102] τῇ ὀργῇ πάντα χαρίζεσθε. [33] αἰσχρὸν γὰρ τῶν μὲν πολεμίων κρατεῖν, τοῦ δὲ θυμοῦ ἥσσους φαίνεσθαι. ὑμῖν δὲ χρήματα μὲν τὰ ἄλλα γινέσθω τῆς ἀρετῆς ἆθλα, γυναῖκες δὲ τοῖς ἀνδράσι ξὺν τοῖς παισὶν ἀποδιδόσθων. μανθανέτωσαν δὲ οἱ νενικημένοι τοῖς πράγμασιν ἡλίκων ἐξ ἀβουλίας ἐστέρηνται φίλων.’ [34] Τοσαῦτα εἰπὼν Βελισάριος τάς τε γυναῖκας καὶ τὰ παιδία καὶ τὰ ἄλλα ἀνδράποδα Νεαπολίταις πάντα ἀφῆκεν, ὕβρεως οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντα, καὶ αὐτοῖς τοὺς στρατιώτας διήλλαξεν. [35] οὕτω τε Νεαπολίταις ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ αἰχμαλώτοις τε γενέσθαι καὶ τὴν ἐλευθερίαν ἀνασώσασθαι καὶ τῶν χρημάτων τὰ τιμιώτατα ἀνακτήσασθαι. [36] ἐπεὶ αὐτῶν ὅσοι χρυσὸν ἄλλο τι τῶν τιμίων ἔχοντες ἔτυχον, οὗτοι δὴ τὰ πρότερα ἐς γῆν κατορύξαντες ἀπεκρύψαντο, καὶ ταύτῃ τοὺς πολεμίους λαθεῖν ἴσχυσαν αὐτοῖς χρήμασι τὰς οἰκίας ἀπολαβόντες. τε πολιορκία ἐς ἡμέρας μάλιστα εἴκοσι κατατείνασα ἐς τοῦτο ἐτελεύτα. [37] Γότθους δὲ τοὺς τῇδε ἁλόντας οὐχ ἥσσους ὀκτακοσίους ὄντας κακῶν ἀπαθεῖς Βελισάριος παντάπασι διαφυλάξας, οὐκ ἐλασσόνως τοὺς στρατιώτας τοὺς αὑτοῦ ἐν τιμῇ εἶχε. [38] Πάστωρ δέ, ὃς ἐς ἀπόνοιαν, ὡς πρότερόν μοι δεδήλωται, τὸν δῆμον ἐνῆγεν, ἐπεὶ τὴν πόλιν ἁλισκομένην εἶδεν, ἐς ἀποπληξίαν ἐξέπεσε καὶ ἐξαπίνης ἀπέθανεν, οὔτε νοσήσας πρότερον οὔτε ἄλλο τι πρὸς οὐδενὸς παθὼν ἄχαρι. [39] Ἀσκληπιόδοτος δέ, ὃς ξὺν αὐτῷ ταῦτα ἔπρασσε, ξὺν τῶν [p. 104] λογίμων τοῖς περιοῦσι παρὰ Βελισάριον ἦλθε. [40] καὶ αὐτῷ Στέφανος ἐπιτωθάζων ἐλοιδορεῖτο ὧδε: ‘Ὅρα, κάκιστε ἀνθρώπων ἁπάντων, οἷα κακὰ τὴν πατρίδα εἰργάσω, τῆς ἐς Γότθους εὐνοίας τὴν τῶν πολιτῶν ἀποδόμενος σωτηρίαν. [41] εἶτα εἰ μὲν τοῖς βαρβάροις εὖ ἐγεγόνει τὰ πράγματα, ἠξίωσας ἂν ἔμμισθός τε αὐτὸς πρὸς ἐκείνων εἶναι καὶ ἡμῶν ἕκαστον τῶν τὰ βελτίω βεβουλευμένων τῆς ἐς τοὺς Ῥωμαίους προδοσίας ὑπαγαγεῖν. [42] ἐπεὶ δὲ τὴν μὲν πόλιν βασιλεὺς εἷλε, σεσώσμεθα δὲ τῇ τοῦδε τοῦ ἀνδρὸς ἀρετῇ, οὕτω δὲ εἰσελθεῖν παρὰ τὸν στρατηγὸν ἀνεπισκέπτως ἐτόλμησας ἅτε οὐδὲν δεινὸν οὔτε Νεαπολίτας οὔτε τὸ βασιλέως διαπεπραγμένος στρατόπεδον, ἀξίας τίσεις δίκας.’ [43] Στέφανος μὲν τῇ ξυμφορᾷ περιώδυνος ὢν ἐς Ἀσκληπιόδοτον ταῦτα ἀπέρριψεν. δὲ αὐτὸν ἀμείβεται τοῖσδε: ‘Λέληθας σαυτὸν ἐγκωμιάζων ἡμᾶς, γενναῖε, οἷς δὴ εὔνοιαν τὴν ἐς τοὺς Γότθους ἡμῖν ὀνειδίζεις. [44] εὔνους γάρ τις δεσπόταις κινδυνεύουσιν, εἰ μὴ ἐκ τοῦ βεβαίου τῆς γνώμης, οὐκ ἄν ποτε εἴη. ἐμὲ μὲν οὖν οἱ κρατοῦντες τοιοῦτον τῆς πολιτείας φύλακα ἕξουσιν οἷον ἀρτίως πολέμιον εὗρον, ἐπεὶ τῇ φύσει τὸ πιστὸν ἔχων οὐ ξυμμεταβάλλει τῇ τύχῃ τὴν γνώμην. [45] σὺ δὲ τῶν πραγμάτων οὐχ ὁμοίως αὐτοῖς φερομένων ἑτοίμως ἂν τοὺς τῶν ἐπιόντων ἐνδέξαιο λόγους. γὰρ τὸ τῆς διανοίας νοσῶν ἄστατον ἅμα τε ἔδεισε καὶ τὴν ἐς τοὺς φιλτάτους ἠρνήσατο πίστιν.’ [p. 106] [46] τοσαῦτα μὲν καὶ Ἀσκληπιόδοτος εἶπε. Νεαπολιτῶν δὲ δῆμος, ἐπεὶ αὐτὸν ἐνθένδε ἀναχωροῦντα εἶδον, ἀθρόοι γενόμενοι, ἅπαντα αὐτῷ ἐπεκάλουν τὰ παρόντα σφίσι. καὶ οὐ πρότερον ἀπέστησαν, πρὶν δὴ ἔκτεινάν τε καὶ τὸ σῶμα κατὰ βραχὺ διεσπάσαντο. [47] οὕτω τε ἐν τῇ Πάστωρος οἰκίᾳ γενόμενοι τὸν ἄνδρα ἐζήτουν. τοῖς τε οἰκέταις τεθνάναι Πάστωρα ἰσχυριζομένοις ἥκιστα πιστεύειν ἠξίουν, ἕως αὐτοῖς τὸν τοῦ ἀνθρώπου νεκρὸν ἔδειξαν. καὶ αὐτὸν Νεαπολῖται ἐν τῷ προαστείῳ ἀνεσκολόπισαν. [48] οὕτω τε Βελισάριον παρῃτήσαντο ἐφ̓ οἷς δικαίᾳ ὀργῇ ἐχόμενοι ἔδρασαν, τυχόντες τε αὐτοῦ συγγνώμονος διελύθησαν. οὕτω μὲν Νεαπολῖται ἀπήλλαξαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: