previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ χειμὼν ἐτελεύτα. καὶ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ̓ αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων: καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει. [2] καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δέ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε. [3] γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι. [4] παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὤν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ. [5] τούτοιν τοῖν παίδοιν μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, δὲ ἕτερος λαβόμενος αὐτοῦ [p. 266] τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν. [6] τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ ῾παρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν̓ ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε: [7]Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ̓ ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, βέλτιστε Φάρα. [8] εἰσῆλθε γάρ με σὴ ξυμβουλή, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ̓ ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ: ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω. [9] ἐγὼ γάρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.’ [10] Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι τι ἂν αὐτῷ βουλομένῳ εἴη. [11] Βελισάριος δὲ ῾καὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ [p. 268] ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη. [12] οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. [13] ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, [14] ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ Γελίμερ παῤ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν. [15] οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα γέλωτος πολλοῦ οἴεσθαι εἶναι. [16] περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, [17] καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο. [p. 270] [18] Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι: [19] τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, [20] εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι: εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι. [21] τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικαίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: