previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στρἅ̣̣̓ τευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμἵ̣̣̓ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μ̣̣̔̓ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ̓ αὐτοὺ ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν [2] ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτ̣̣̔̓ ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντ̣̣̔̓ ταύτης δὴ τῆς λείας ἀπόνασθαι. [3] οἱ γὰρ στρἁ̣̣̓ τιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρἡ̣̣̓ μάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίω [p. 236] τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ̓ οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο. [4] καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα δύο, ὅπη ποτὲ αὐτοὺς ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἐνέδραν ἄγον. [5] οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδέν, ὅτι μὴ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο. [6] δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν τὸ παρὸν θέσθαι. [7] ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος. [8] τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον. [9] δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα νεκρὸν λάβοιεν. [10] ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις [p. 238] ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγαγοῦσιν ἔχειν, [11] ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν. [12] ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους ξυνίστασθαι. [13] καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ κατὰ τάχος ᾔει. [14] δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε. [15] ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον τετύχηκεν εἶναι. [16] ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκώς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ̓ οἴνῳ τε καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων. [17] οὗτος Οὐλίαριν ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ βέλος. [18] καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει. [19] δὲ καιρίαν τυπεὶς ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε [p. 240] Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ Καρχηδονίοις ἀπολιπών. [20] ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν. [21] Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην ἱερῷ ἱκέτης ἐκάθητο. [22] οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ̓ Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον. [23] ὅς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν. [24] ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε. [25] δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον. [26] Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυράν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι. [27] τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν [p. 242] τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον ῾πέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσἰ, κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται. [28] ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ ῾οὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναἰ στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν. [29] ἦν δὲ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος. [30] ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ̓ ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον. [31] Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι. [32] καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα [p. 244] ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν. [33] Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα. [34] τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδίν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης. [35] Βονιφάτιος δέ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν: ἐπεὶ δὲ τάχιστα ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ οἱ ἐπέστελλε Γελίμερ. [36] ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον νῆσον βιασαμένους ἰέναι. [37] οἱ δὲ ῾οὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντος᾿, τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι. [38] μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν [p. 246] κινδύνῳ μεγάλῳ τὴν ναῦν ἀνεκώχευον. [39] ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παῤ αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθής, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη. [40] καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου. [41] στείλας τε τῶν ἐπιτηδείων τινὰς τόν τε Γελίμερος πλοῦτον ἔλαβε καὶ Βονιφάτιον ξὺν τοῖς χρήμασι τοῖς αὐτοῦ ἀφῆκε, πάμπολύ τι χρῆμα τοῦ Γελίμερος συλήσαντα πλούτου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: