previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὁνώριχος δέ, τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο. [2] δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον. [3] γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων. [4] βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, [p. 74] ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ̓ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ̓ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι: ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν, [5] οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν. ἔτη τε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντων τε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων ῾ἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένον τε πρὸς μεσημβρίαν̓, οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳ τε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν. [6] Τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους. [7] οὗτος Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους. [8] ἀδελφός τε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδους τε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων. [9] τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ [p. 76] πρότεροι, ἀλλὰ τιμαῖς τε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος. [10] εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον. [11] ἐπειδὴ δὲ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ἀνὴρ ἐτεθνήκει. [12] δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων. [13] ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνί, δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ̓ αὐτοῦ ἔδοξεν Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσων τε εἶναι καὶ δυνατώτατος. [14] ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι. [15] Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμων τε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος Καβάων ἐπειδὴ ἐπ̓ αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει [p. 78] τοιάδε. [16] πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι: χαρακώματά τε δύο πηξάμενος ἐν θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυναῖκας καθεῖρξε, θάνατόν τε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. [17] μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε: ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα: ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται. [18] ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν. [19] οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι: ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. [20] οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ [p. 80] ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν. [21] καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο: τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο: [22] ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο. [23] καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον. [24] ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. [25] δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος. [26] παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι. [27] οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν: οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς [p. 82] μάχην ἰέναι ἠπίσταντο, ἀλλ̓ ἱππεῖς τε ἦσἁ̣̣̓ ἅπαντες, δόρασί τε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσἱ̣̣̓ ἐχρῶντο, καὶ ἀπ̓ αὐτοῦ ἄποθέν τε οὐδὲν ἐργἅ̣̣̓ ζεσθαι κακὸν τοὺς πολεμίους οἷοί τε ἦσαν, τ̣̣̔̓ ἵππος αὐτοῖς, ἀχθομένη τῇ τῶν καμήλων ὄψει ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο. [28] ἐπειδή τ̣̣̔̓ συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοὗ̣̣̓ οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτ̣̣̔̓ πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τ̣̣̔̓ καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλὁ̣̣̓ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοἱ̣̣̓ ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτὁ̣̣̓ ἐπ̓ οἴκου ἀπεκομίσθησαν. [29] ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: