previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀνθέμιος δὲ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε. [2] τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρός, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων. [3] αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρός, αὐτίκα δὴ μάλα παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. [4] ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι διανοούμενος. [5] ἦν γὰρ Μαϊορῖνος ἔς τε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κομιδῆ. [6] οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίν τε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοί τε καὶ Λίβυες εὐνοίας τε ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ὀφθαλμοῖς τοῖς αὑτοῦ ἔγνω. [7] πρεσβευτὴς [p. 66] οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτός τε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα διακωλύσῃ, μηχανᾶται τοιάδε. [8] τὰς ἐν τῇ κεφαλῇ τρίχας ῾διαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαἰ βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν. [9] ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τά τε ἄλλα Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλά τε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα. [10] ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ τε εἶναι. [11] μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμόν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι. [12] ὧνπερ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔς τε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. [13] οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην [p. 68] τῇ ἀρχῇ ἀνασώσασθαι. [14] ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονώς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους. [15] καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ̓ αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ̓ ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε. [16] βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι. [17] χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ̓ αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο. [18] Ἐν δὲ Βυζαντίῳ Βασιλίσκος ῾οὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαἰ τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ̓ ἧς δὴ ὡρμᾶτο, διαφυγόντος. [19] ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο. [20] ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ̓ αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν. [21] ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ̓ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ [p. 70] ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν. [22] Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως. [23] Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε. [24] Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι. [25] ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφεύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. [26] Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο [p. 72] καὶ ὃς μετ̓ ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος. [27] διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν: [28] ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος πόλεμος κατέστη ὅδε, τρόπῳ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις. [29] χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος ἐν αἷς ἄλλα τε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν τύχοι. [30] Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: