previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη. [2] μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ̓ αὐτοὺς ἴοι, ἐς φυγὴν [p. 126] τραπήσονται: οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι. [3] τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἐν νήσῳ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει. [4] ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε. [5] τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρί, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος. [6] ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, βασιλεία ἧκε, δειμαίνουσα Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα. [7] Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδός, ἐπ̓ ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις [p. 128] ᾠκημένου, ἐπύθετο ὅσων ἔχρῃζεν: [8] οὗτος γὰρ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐδέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι ὑφορᾶσθαι. [9] πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ̓ αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν. [10] καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνος τε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα: ὥστε πάρεστιν αὐτοῖς πλεῖν τε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ πνεῦμα καλοίη. [11] ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα. [12] καὶ ἐπεὶ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεώς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν: [13] χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον. [p. 130] [14] Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών. [15] Βελισάριος δέ, ἐπεί οἱ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν. [16] ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν. [17] ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: