previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν Βενέτων ἑταιρισάμενος, οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ̓ αὐτοῦ ἐς γόνυ ἐλθεῖν Ῥωμαίοις τὴν πολιτείαν πεποίηκεν. [2] οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς γνώμῃ ἔγνωσαν, ἀλλ̓ ὅσοι στασιῶται ὄντες ἐτύγχανον. [3] καὶ αὐτοὶ μέντοι προϊόντος ἤδη τοῦ δεινοῦ σωφρονέστατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων. [4] ἐνδεεστέρως γὰρ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον. οὐ μὴν οὐδὲ [p. 44] τῶν Πρασίνων οἱ στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς κολαζόμενοι. [5] ὅπερ αὐτοὺς ἐς τὸ θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν τρέπεσθαι ἄνθρωποι. [6] τότε οὖν τοὺς Βενέτους αὐτοῦ ῥιπίζοντός τε καὶ διαφανῶς ἐρεθίζοντος ἅπασα κατ̓ ἄκρας Ῥωμαίων ἀρχὴ ἐκινήθη ὥσπερ σεισμοῦ κατακλυσμοῦ ἐπιπεσόντος πόλεως ἑκάστης πρὸς τῶν πολεμίων ἁλούσης. [7] πάντα γὰρ ἐν ἅπασι ξυνεταράχθη καὶ οὐδὲν ἐφ̓ ἑαυτοῦ τὸ λοιπὸν ἔμεινεν, ἀλλ̓ οἵ τε νόμοι καὶ τῆς πολιτείας κόσμος ξυγχύσεως ἐπιγενομένης ἐς πᾶν τοὐναντίον ἐχώρησαν. [8] Καὶ πρῶτα μὲν τοῖς στασιώταις τὰ ἐς τὴν κόμην ἐς νεώτερόν τινα μετεβέβλητο τρόπον. ἀπεκείροντο γὰρ αὐτὴν οὐδὲν ὁμοίως τοῖς ἄλλοις Ῥωμαίοις. [9] τοῦ μὲν γὰρ μύστακος καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ̓ αὐτοῖς κατακομᾶν ἐπὶ πλεῖστον ὥσπερ οἱ Πέρσαι ἐς ἀεὶ ἤθελον. [10] τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροσθεν ἄχρι ἐς τοὺς κροτάφους ἀποτεμόμενοι τὰ ὄπισθεν ἀποκρέμασθαι σφίσιν ἐπὶ μακρότατον λόγῳ οὐδενὶ εἴων, [p. 45] ὥσπερ οἱ Μασσαγέται. διὸ δὴ καὶ Οὐννικὸν τὸ τοιοῦτον εἶδος ἐκάλουν. [11] Ἔπειτα δὲ τὰ ἐς τὰ ἱμάτια εὐπάρυφοι ἠξίουν ἅπαντες εἶναι, κομπωδεστέραν κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα. [12] κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος αὐτοῖς τὰ μὲν ἐς τὸν καρπὸν ξυνῄει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὔρους διεκέχυτο χρῆμα. [13] ὁσάκις τε χεὶρ αὐτοῖς σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱπποδρομίοις, ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν εἴη ἂν, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, οὐκ ἐννοοῦσιν ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη. [14] αἱ ἐπωμίδες δὲ καὶ ἀναξυρίδες [p. 46] καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα καὶ τὸν τρόπον ἀπεκέκριτο σφίσιν. [15] Ἐσιδηροφόρουν δὲ νύκτωρ μὲν τὰ πρῶτα ἐκ τοῦ ἐμφανοῦς ἅπαντες σχεδὸν, ἐν δέ γε ἡμέρᾳ ξιφίδια παρὰ τὸν μηρὸν δίστομα ὑπὸ τῷ ἱματίῳ ἀποκρυψάμενοι, ξυνιστάμενοί τε κατὰ συμμορίας, ἐπειδὰν ξυσκοτάζοι, ἐλωποδύτουν τοὺς ἐπιεικεστέρους ἔν τε ὅλῃ ἀγορᾷ κἀν τοῖς στενωποῖς, ἀφαιρούμενοι τοὺς παραπεπτωκότας τά τε ἱμάτια καὶ ζώνας τε καὶ περόνας χρυσᾶς καὶ εἴ τι ἄλλο ἐν χερσὶν ἔχοιεν. [16] τινὰς δὲ πρὸς τῇ ἁρπαγῇ καὶ κτείνειν ἠξίουν, ὅπως μηδενὶ τὰ ξυμπεσόντα σφίσιν ἀναγγείλωσιν. [17] οἷς δὴ ἅπαντες καὶ τῶν Βενέτων οἱ μὴ στασιῶται μάλιστα ἤχθοντο, ἐπεὶ οὐδὲ αὐτοὶ ἀπαθεῖς ἔμενον. [18] καὶ ἀπ̓ αὐτοῦ χαλκαῖς τὸ λοιπὸν ζώναις τε καὶ περόναις καὶ ἱματίοις πολλῷ ἐλασσόνως κατὰ τὴν ἀξίαν ὡς πλεῖστοι ἐχρῶντο, ὅπως δὴ μὴ τῷ φιλοκάλῳ ἀπόλωνται, καὶ οὔπω δεδυκότος ἡλίου ἐς τὰς οἰκίας ἀναχωροῦντες ἐκρύπτοντο. [19] μηκυνομένου δὲ τοῦ κακοῦ καὶ οὐδεμιᾶς ἐπιστροφῆς ἐς τοὺς ἡμαρτηκότας πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς γινομένης ἐπὶ μέγα τὸ τῶν ἀνδρῶν θράσος ἐς ἀεὶ ᾔρετο. [20] ἁμαρτία γὰρ παρρησίας ἀξιωθεῖσα ἐπ̓ ἄπειρον φέρεσθαι πέφυκεν, ἐπεὶ καὶ κολαζόμενα τὰ ἐγκλήματα φιλεῖ οὐκ ἐς τὸ παντελὲς ἀποκόπτεσθαι. [21] φύσει γὰρ οἱ πλεῖστοι ἐς τὸ ἁμαρτάνειν εὐπετῶς τρέπονται. [p. 47] [22] Τὰ μὲν οὖν τῶν Βενέτων ἐφέρετο τῇδε. τῶν δὲ ἀντιστασιωτῶν οἱ μὲν ἐς τὴν ἐκείνων ἀπέκλινον μοῖραν, ἐπιθυμίᾳ τοῦ ξυναμαρτάνειν τε καὶ μὴ δοῦναι τὴν δίκην, οἱ δὲ φυγῇ ἐχόμενοι ἐς ἑτέρας τινὰς ἐλάνθανον χώρας: πολλοὶ δὲ καὶ αὐτοῦ καταλαμβανόμενοι διεφθείροντο πρὸς τῶν ἐναντίων πρὸς τῆς ἀρχῆς κολαζόμενοι. [23] καὶ ἄλλοι δὲ νεανίαι πολλοὶ ἐς ταύτην δὴ τὴν ἑταιρίαν ξυνέρρεον οὐδεπώποτε πρότερον περὶ ταῦτα ἐσπουδακότες, ἀλλὰ δυνάμεώς τε καὶ ὕβρεως ἐξουσίᾳ ἐνταῦθα ἠγμένοι. [24] οὐ γάρ ἐστιν οὐδὲν μίασμα ὑπὸ ἀνθρώπων ὠνομασμένον, ὅπερ οὐχ ἡμαρτήθη τε ἐν τούτῳ τῷ χρόνῳ καὶ τιμωρίας ἐκτὸς ἔμεινε. [25] πρῶτον μὲν οὖν σφῶν τοὺς ἀντιστασιώτας διέφθειρον, προϊόντες δὲ καὶ τοὺς οὐδὲν προσκεκρουκότας αὐτοῖς ἔκτεινον. [26] πολλοὶ δὲ καὶ χρήμασιν αὐτοὺς ἀναπείσαντες ἀπεδείκνυον τοὺς σφετέρους ἐχθροὺς, οὕσπερ ἐκεῖνοι διεχρῶντο εὐθὺς ὄνομα μὲν Πρασίνων αὐτοῖς ἐπενεγκόντες, [27] ἀγνῶτας δὲ σφίσι παντάπασιν ὄντας. καὶ ταῦτα οὐκ ἐν σκότῳ ἔτι οὐδ̓ ἐν παραβύστῳ ἐγένετο, ἀλλ̓ ἐν ἅπασι μὲν τῆς ἡμέρας καιροῖς, ἐν ἑκάστῳ δὲ τῆς πόλεως χώρῳ, ἀνδράσι τοῖς λογιμωτάτοις τῶν πρασσομένων, ἂν οὕτω τύχοι, ἐν ὀφθαλμοῖς ὄντων. [28] οὐδὲν γὰρ ἐπικαλύπτειν ἐδέοντο τὰ ἐγκλήματα, ἐπεί τοι αὐτοῖς οὐκ ἐπέκειτο κολάσεως δέος, ἀλλά τις προσῆν καὶ φιλοτιμίας ἀξίωσις, ἰσχύος τε καὶ ἀνδρείας ἐμποιουμένοις ἐπίδειξιν, ὅτι δὴ πληγῇ μιᾷ τῶν τινα [p. 48] παραπεπτωκότων γυμνὸν ἔκτεινον, ἐλπίς τε οὐδενὶ τοῦ ἔτι βιώσεσθαι ἐν τῷ τῆς διαίτης σφαλερῷ ἔμενε. [29] πάντες γὰρ ἐγκεῖσθαι σφίσι τὸν θάνατον τῷ περιδεεῖς εἶναι ὑπώπτευον, καὶ οὔτε τόπος τις ὀχυρὸς οὔτε καιρὸς ἐχέγγυός τινι ἐς τὴν σωτηρίαν ἔδοξεν εἶναι, ἐπεὶ κἀν τοῖς τῶν ἱερῶν τιμιωτάτοις κἀν ταῖς πανηγύρεσι λόγῳ οὐδενὶ διεφθείροντο, πίστις τε οὐδεμία πρός τε τῶν φίλων καὶ τῶν ξυγγενῶν ἔτι ἐλέλειπτο. πολλοὶ γὰρ καὶ τῇ τῶν οἰκειοτάτων ἐπιβουλῇ ἔθνησκον. [30] Ζήτησις μέντοι οὐδεμία τῶν πεπραγμένων ἐγίνετο. ἀλλὰ τὰ πάθη ἀπροσδόκητα πᾶσιν ἔπιπτε καὶ τοῖς πεπτωκόσιν οὐδεὶς ἤμυνε. [31] νόμου δέ τινος συμβολαίου δύναμίς τις ἐν τῷ βεβαίῳ τῆς τάξεως οὐκέτι ἐλέλειπτο, ἀλλ̓ ἐπὶ τὸ βιαιότερον ἅπαντα τετραμμένα ξυνεταράχθη, τυραννίδι τε ἦν πολιτεία ἐμφερὴς μάλιστα, οὐ καθεστώσῃ μέντοι γε, ἀλλὰ καθ̓ ἑκάστην τε ἀμειβομένῃ καὶ ἀεὶ ἀρχομένῃ. [32] τῶν τε ἀρχόντων αἱ γνῶμαι ὥσπερ ἐκπεπληγμέναις ἐῴκεσαν, ἑνὸς ἀνδρὸς φόβῳ δεδουλωμένων τὸ φρόνημα, οἵ τε δικάζοντες τὰς ὑπὲρ τῶν ἀντιλεγομένων ποιούμενοι γνώσεις τὰς ψήφους ἐδίδοσαν, οὐχ ᾗπερ αὐτοῖς ἐδόκει δίκαιά τε καὶ νόμιμα ἑ̣̣̓ναι, ἀλλ̓ ὥσπερ τῶν διαφερομένων ἑκάστῳ τὰ ἐκ τῶν στασιωτῶν δυσμενῆ τε καὶ φίλα ἐτύγχανεν [p. 49] ὄντα. δικαστῇ γὰρ ὠλιγωρηκότι τῆς ἐκείνων προρρήσεως θάνατος ζημία ἐπέκειτο. [33] Καὶ πολλοὶ μὲν δανεισταὶ τὰ γραμματεῖα τοῖς ὠφληκόσι ξὺν βίᾳ πολλῇ οὐδὲν τοῦ ὀφλήματος κεκομισμένοι ἀπέδοντο, πολλοὶ δὲ οὔτι ἑκούσιοι ἐλευθέρους τοὺς οἰκέτας ἀφῆκαν. [34] φασὶ δὲ καὶ γυναῖκάς τινας πολλὰ ὧν οὐκ ἐβούλοντο τοῖς αὐτῶν δούλοις ἀναγκασθῆναι. [35] ἤδη δὲ καὶ παῖδες οὐκ ἀφανῶν ἀνδρῶν τούτοις δὴ τοῖς νεανίαις ἀναμιχθέντες τοὺς πατέρας ἠνάγκαζον ἄλλα τε πολλὰ οὔτι ἐθελουσίους ποιεῖν καὶ τὰ χρήματα σφίσι προΐεσθαι. [36] πολλοὶ δὲ καὶ ἀκούσιοι παῖδες τοῖς στασιώταις ἐς κοίτην ἀνοσίαν οὐκ ἀγνοούντων ἠναγκάσθησαν τῶν πατέρων ἐλθεῖν. [37] καὶ γυναιξὶ μέντοι ἀνδράσι ξυνοικούσαις ταὐτὸν τοῦτο ξυνέβη παθεῖν. καὶ λέγεται γυνὴ μία κόσμον περιβεβλημένη πολὺν πλεῖν μὲν ξὺν τῷ ἀνδρὶ ἐπί τι προάστειον τῶν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐντυχόντων δὲ σφίσιν ἐν τῷ διάπλῳ τούτῳ τῶν στασιωτῶν, καὶ τοῦ μὲν ἀνδρὸς αὐτὴν ξὺν ἀπειλῇ ἀφαιρουμένων, ἐς δὲ ἄκατον τὴν οἰκείαν ἐμβιβασάντων, ἐσελθεῖν μὲν ἐς τὴν ἄκατον ξὺν τοῖς νεανίαις, ἐγκελευσαμένη τῷ ἀνδρὶ λάθρα ἀλλὰ θαρσεῖν τε καὶ μηδὲν ἐπ̓ αὐτῇ δεδιέναι φαῦλον: [38] οὐ γάρ τι ξυμβήσεσθαι ἐς τὸ σῶμα αὐτῇ ὑβρισθῆναι: ἔτι δὲ τοῦ ἀνδρὸς ξὺν πένθει μεγάλᾳ ἐς αὐτὴν βλέποντος ἐς τε τὴν θάλασσαν καθεῖναι τὸ σῶμα καὶ αὐτίκα μάλα ἐξ ἀνθρώπων ἀφανισθῆναι. [p. 50] [39] Τοιαῦτα μὲν ἦν τὰ τούτοις δὴ τότε τοῖς στασιώταις ἐν Βυζαντίῳ τετολμημένα. ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία τὰ πρὸς Ἰουστινιανοῦ ἐς τὴν πολιτείαν ἁμαρτηθέντα, ἐπεὶ τοῖς παρὰ τῶν κακούργων πεπονθόσι τὰ χαλεπώτατα μέρος ἀφαιρεῖται τὸ πλεῖστον τῆς δἰ ἀταξίας ἐμβάσης ἀνίας τὸ προσδοκᾶν ἀεὶ τὴν πρὸς τῶν νόμων τε καὶ τῆς ἀρχῆς τίσιν. [40] ἐν γὰρ τῷ πρὸς τὰ μέλλοντα εὐέλπιδες εἶναι ῥᾷόν τε καὶ ἀπονώτερον τὰ παρόντα σφίσι φέρουσιν ἄνθρωποι, βιαζόμενοι δὲ πρὸς τῆς τῇ πολιτείᾳ ἐφεστώσης ἀρχῆς τοῖς τε ξυμπεσοῦσιν ἔτι μᾶλλον, ὡς τὸ εἰκὸς, περιαλγοῦσι καὶ ἐς τὴν ἀπόγνωσιν τῷ ἀπροσδοκήτῳ τῆς τιμωρίας ἐς ἀεὶ τρέπονται. [41] ἡμάρτανε δὲ οὐχ ὅτι μόνον προσποιεῖσθαι τοὺς κακουμένους ἥκιστα ἤθελεν, ἀλλ̓ ὅτι προστάτης τῶν στασιωτῶν ἐκ τοῦ ἐμφανοῦς καθίστασθαι οὐδαμῆ ἀπηξίου: [42] χρήματά τε γὰρ μεγάλα τοῖς νεανίαις τούτοις προΐετο, καὶ πολλοὺς μὲν ἀμφ̓ αὑτὸν εἶχε, τινὰς δὲ αὐτῶν ἔς τε τὰς ἀρχὰς καὶ τὰ ἄλλα ἀξιώματα καλεῖν ἐδικαίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: