previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βελισάριος δὲ τὸ δεύτερον ἐν Ἰταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε ἀπήλλαξε: τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα τοῦτον τὸν χρόνον τὰ ἐπιθαλάσσια [2] περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας Ῥωμαίων στρατὸς εἴχετο. [3] διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ καὶ [p. 32] Ῥώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. [4] ἐγένετο δὲ φιλοχρήματος ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος, Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο ἐπί τε Ῥαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν, ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν βεβιωμένων καταπραττόμενος. [5] οὕτω γοῦν καὶ Ἡρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων. [6] οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷ Ῥωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς ξύν τε τοῖς ἑπομένοις καὶ τῷ Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν. [7] ὅπως δὲ αὐτῷ τε καὶ Ἰωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ τὰ Ῥωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω. [8] Ἐς τοῦτο ἀπεχθείας Γερμανῷ βασιλὶς ἦλθεν ἐπιδηλότατόν τε ἅπασι τὸ ἔχθος ἐποίει, ὥστε αὐτῷ κηδεύειν, καίπερ βασιλέως ἀνεψιῷ ὄντι, ἐτόλμα οὐδεὶς, ἄνυμφοί τε αὐτῷ οἱ παῖδες διαγεγόνασι, μέχρις αὐτὴ ἀπελύθη τοῦ βίου. τε θυγάτηρ αὐτῷ Ἰουστίνα ἐπὶ ὀκτωκαίδεκα ἔτη ἡβήσασα ἔτι ἀνυμέναιος ἦν. [9] διά τοι τοῦτο ἡνίκα Ἰωάννης πρὸς Βελισαρίου σταλεὶς ἀφίκετο ἐς Βυζάντιον, ἐς λόγους αὐτῷ καταστῆναι Γερμανὸς ἀμφὶ τῇ κηδείᾳ ἠνάγκαστο, καὶ ταῦτα λίαν [p. 33] ἀπὸ τῆς ἀξίας τῆς αὐτοῦ ὄντι. [10] ἐπεί τε τὸ πρᾶγμα ἤρεσκεν ἄμφω, ὅρκοις ἀλλήλους ἔγνωσαν δεινοτάτοις καταλαβεῖν μὴν τὸ κῆδος ἐπιτελέσειν δυνάμει τῇ πάσῃ, ἐπεὶ αὐτοῖν ἑκάτερος τὸ θαρσεῖν ἐπὶ θατέρῳ ὡς ἥκιστα εἶχεν, μὲν τῷ ξυνειδέναι ὅτι δὴ τῶν ὑπὲρ τὴν ἀξίαν ὀρέγοιτο, δὲ κηδεστοῦ ἀπορούμενος. [11] δὲ οὐκ ἔχουσα τίς γένηται διὰ πάσης ὁδοῦ ἰοῦσα ἑκάτερον μετιέναι μηχανῇ πάσῃ οὐκ ἀπηξίου, ὅπως ἂν τὰ πραττόμενα διακωλύοι. [12] ἐπεὶ δὲ αὐτοῖν καίπερ πολλὰ δεδιξαμένη ἀναπείθειν οὐδέτερον ἔσχε, διαρρήδην ἀπολεῖν τὸν Ἰωάννην ἠπείλησε. [13] καὶ ἀπ̓ αὐτοῦ Ἰωάννης αὖθις ἐς Ἰταλίαν σταλεὶς οὐδαμῆ ξυμμῖξαι Βελισαρίῳ ἐτόλμησε, τὴν ἐξ Ἀντωνίνης ἐπιβουλὴν δείσας, ἕως Ἀντωνίνα ἐς Βυζάντιον ἦλθε. [14] τήν τε γὰρ βασιλίδα ταύτῃ ἐπιστεῖλαι τὸν αὐτοῦ φόνον οὐκ ἄπο τοῦ εἰκότος ἄν τις ὑπώπτευσε, καὶ τὸν Ἀντωνίνης σταθμωμένῳ τρόπον ἅπαντά τε Βελισάριον ἐνδιδόναι τῇ γυναικὶ ἐπισταμένῳ δέος ἐγίνετο μέγα καὶ τὸν ἐσῄει. [15] τοῦτο γοῦν Ῥωμαίοις τὰ πράγματα καὶ πρότερον ἐπὶ θατέρου σκέλους ἑστῶτα προσουδίζει χαμαί. [16] Βελισαρίῳ μὲν οὖν Γοτθικὸς πόλεμος τῇδε ἐχώρησεν. ἀπογνοὺς δὲ βασιλέως ἐδεῖτο ὅπως οἱ ἐξῇ ἐνθένδε ὅτι τάχιστα ἀπαλλαγῆναι. [17] καὶ ἐπεὶ ἐνδεχόμενον [p. 34] βασιλέα τὴν δέησιν ἔγνω, ἄσμενος εὐθὺς ἀπιὼν ᾤχετο, χαίρειν πολλὰ τῷ τε Ῥωμαίων στρατῷ καὶ τοῖς Ἰταλοῖς φράσας, καὶ τὰ μὲν πλεῖστα ὑποχείρια τοῖς πολεμίοις ἀπολιπὼν, Περυσίαν δὲ πικρότατα πολιορκίᾳ πιεζομένην, ἥπερ ἔτι αὐτοῦ ὁδῷ ἰόντος κατ̓ ἄκρας ἁλοῦσα ἐς πᾶσαν κακοῦ ἰδέαν ἦλθεν, ᾗπέρ μοι πρότερον δεδιήγηται. ξυνηνέχθη δὲ καὶ κατὰ τὴν οἰκίαν τύχης ἐναντίωμα ξυμπεσεῖν τοιόνδε. [18] Θεοδώρα βασιλὶς τῆς Βελισαρίου παιδὸς ἐξεργάζεσθαι τὴν ἐγγύην ἐπειγομένη τῷ θυγατριδῷ, συχνὰ γράφουσα τοὺς γειναμένους τὴν κόρην ἠνώχλει. [19] οἱ δὲ τὸ κῆδος ἀναδυόμενοι ἀπετίθεντο μὲν ἐς παρουσίαν τὴν σφετέραν τὸν γάμον, μεταπεμπομένης δὲ αὐτοὺς ἐς Βυζάντιον τῆς βασιλίδος, ἀδύνατοι εἶναι ἀπαλλάσσεσθαι τανῦν ἐξ Ἰταλίας ἐσκήπτοντο. [20] δὲ γλιχομένη μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου καταστήσεσθαι πλούτου, ᾔδει γὰρ ἐπίκληρον ἐσομένην τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου, ἐπὶ μέντοι τῇ Ἀντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα, δειμαίνουσά τε μὴ μετὰ τὴν τοῦ βίου καταστροφὴν οὐ φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, διασπάσηται τὰ ξυγκείμενα, ἐργάζεται ἀνόσιον ἔργον. [21] τῷ γὰρ μειρακίῳ τὴν παιδίσκην ξυνοικίζει οὐδενὶ νόμῳ. φασὶ δὲ ὡς καὶ πλησιάσαι οὔτι ἑκουσίαν ἠνάγκασε [p. 35] κρύβδην, οὕτω τε διαπεπαρθενευμένῃ τὸν ὑμέναιον τῇ κόρῃ ξυστῆναι, τοῦ μὴ βασιλέα τὰ πρασσόμενα διακωλῦσαι. [22] τοῦ μέντοι ἔργου ἐξειργασμένου ἔρωτι ἀλλήλοιν διαπύρῳ τινὶ τε Ἀναστάσιος καὶ παῖς εἴχοντο, καὶ χρόνος σφίσιν οὐχ ἥσσων ὀκτὼ μηνῶν ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη. [23] ἡνίκα δὲ Ἀντωνίνα τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἦλθεν, ἐπελάθετο μὲν ἐθελουσία ὧν ἐκείνη ἔναγχος εἰς αὐτὴν εἴργαστο, ὡς ἥκιστα δὲ ὑπολογισαμένη ὡς, ἤν τῳ ἑτέρῳ παῖς αὐτῇ ξυνοικίζοιτο, πεπορνευμένη τὰ πρότερα ἔσται, τὸν Θεοδώρας ἔκγονον κηδεστὴν ἀτιμάζει, τήν τε παῖδα ὡς μάλιστα ἀκουσίαν βιασαμένη ἀνδρὸς τοῦ ἐρωμένου ἀπέστησε. [24] μεγάλην τε ἀγνωμοσύνης ἐκ τοῦ ἔργου τούτου ἀπηνέγκατο δόξαν εἰς πάντας ἀνθρώπους, ἥκοντά τε οὐδενὶ πόνῳ ἀναπείθει τὸν ἄνδρα τοῦ ἄγους αὐτῇ μεταλαχεῖν τοῦδε. ὥστε διαρρήδην τηνικάδε τοῦ ἀνθρώπου τρόπος ἐλήλεγκται. [25] καίτοι διομοσάμενος Φωτίῳ τε καὶ τῶν ἐπιτηδείων τισὶ πρότερον καὶ τὰ ὀμωμοσμένα οὐδαμῆ ἐμπεδώσας συγγνώμης ἐτύγχανε πρὸς πάντων ἀνθρώπων. [26] αἴτιον γὰρ τοῦ ἀπίστου τἀνδρὸς οὐ τὴν γυναικοκράτειαν, ἀλλὰ δέος τὸ ἐκ τῆς βασιλίδος ὑπώπτευον εἶναι. [27] ἐπεὶ δὲ καὶ Θεοδώρας ἀπογενομένης, ὥσπερ μοι εἴρηται, οὔτε Φωτίου οὔτε ἄλλου του τῶν οἱ ἀναγκαίων λόγος γεγένητο, ἀλλ̓ αὐτῷ δέσποινα μὲν γυνὴ ἐφαίνετο οὖσα, κύριος [p. 36] δὲ Καλλίγονος προαγωγὸς ἦν, τότε δὴ ἀπογνόντες αὐτοῦ ἅπαντες ἐχλεύαζόν τε διαθρυλλοῦντες καὶ ἅτε ἄνοιαν ὀφλισκάνοντι ἐλοιδοροῦντο. τὰ μὲν οὖν ἡμαρτημένα Βελισαρίῳ ἀπαρακαλύπτως εἰπεῖν ταύτῃ πη ἔχει. [28] Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα διαρκῶς μὲν ἐν λόγοις μοι τοῖς ἐπιτηδείοις δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονε Ῥωμαίοις ἐνταῦθα διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ πρὸς τῶν εὐαγγελίων ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ διαχρησάμενος, τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ δεήσει, ὡς οὔτε νῷ δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον ἦλθον οὔτε τινὰ σκῆψιν Σέργιος ὑποψίας περὶ αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς ἄνδρας διεχρήσατο οὐδενὶ κόσμῳ. [29] ἀφ̓ οὗ δὴ Σολόμωνι καὶ τῷ Ῥωμαίων στρατῷ καὶ Λίβυσι πᾶσι διεφθάρθαι ξυνέβη. [30] δἰ αὐτὸν γὰρ, ἄλλως τε καὶ Σολόμωνος τετελευτηκότος, ὥσπερ μοι εἴρηται, οὔτε τις ἄρχων οὔτε τις στρατιώτης ἐς πολέμου κίνδυνον ἰέναι ἠξίου. [31] μάλιστα δὲ πάντων Ἰωάννης Σισιννιόλου τῷ ἐς αὐτὸν ἔχθει ἀπόμαχος ἦν, ἕως Ἀρεόβινδος ἐς Λιβύην ἀφίκετο. [32] ἦν γὰρ Σέργιος μαλθακὸς μὲν καὶ ἀπόλεμος, τὸ δὲ ἦθος καὶ τὴν ἡλικίαν κομιδῆ νέος, φθόνῳ τε καὶ ἀλαζονείᾳ ἐς ὑπερβολὴν ἐχόμενος ἐς [p. 37] πάντας ἀνθρώπους, τεθρυμμένος τε τὴν δίαιταν καὶ τὰς γνάθους φυσῶν. [33] ἀλλ̓ ἐπεὶ τῆς Ἀντωνίνης τῆς Βελισαρίου γυναικὸς ἐγγόνης ἐτύγχανε μνηστὴρ γεγονὼς, τίσιν τινὰ ἐς αὐτὸν βασιλὶς ἐξενεγκεῖν παραλύειν τῆς ἀρχῆς οὐδαμῆ ἤθελε, καίπερ ἐνδελεχέστατα διαφθειρομένην Λιβύην ὁρῶσα, ἐπεὶ καὶ Σολόμωνα τὸν Σεργίου ἀδελφὸν τοῦ Πηγασίου φόνου αὐτή τε καὶ βασιλεὺς ἀθῷον ἀφῆκεν. τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω. [34] Ἐπειδὴ Πηγάσιος τὸν Σολόμωνα πρὸς τῶν Λευαθῶν ὠνήσατο καὶ οἱ βάρβαροι ἐπ̓ οἴκου ἀπεκομίσθησαν, μὲν Σολόμων ξύν τε Πηγασίῳ τῷ ἐωνημένῳ καὶ στρατιώταις ὀλίγοις τισὶν εἰς Καρχηδόνα ἐστέλλετο, ἐν δὲ τῇ ὁδῷ ταύτῃ λαβὼν Πηγάσιος τι δὴ ἀδικοῦντα Σολόμωνα χρῆναί οἱ ἔφασκεν ἐν μνήμῃ εἶναι ὡς αὐτὸν ἔναγχος ἐκ τῶν πολεμίων θεὸς ῥύσαιτο. [35] δὲ χαλεπήνας, ὅτι δή οἱ ἅτε δορυαλώτῳ ὠνείδισε, τὸν Πηγάσιον εὐθὺς ἔκτεινε, ταῦτά τε σῶστρα τῷ ἀνθρώπῳ ἀπέδωκεν. [36] ἐπειδή τε Σολόμων ἐς Βυζάντιον ἦλθε, καθαρὸν αὐτὸν βασιλεὺς τοῦ φόνου ἐποίει ἄτε προδότην ἀνελόντα τῆς Ῥωμαίων ἀρχῆς. [37] γράμματά τε αὐτῷ ἐδίδου τὴν ὑπὲρ τούτων ἀσφάλειαν παρεχόμενος. καὶ μὲν Σολόμων οὕτω τὴν τίσιν διαφυγὼν ἐπὶ τὴν ἑῴαν ἄσμενος ᾔει, τήν τε πατρίδα καὶ γένος τὸ κατὰ τὴν οἰκίαν ὀψόμενος. [38] δὲ ἀπὸ τοῦ θεοῦ τίσις ἐν ταύτῃ τῇ ὁδῷ καταλαβοῦσα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. [p. 38] τὰ μὲν οὖν ἀμφὶ Σολόμωνί τε καὶ Πηγασίῳ τῇδε ἐχώρησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: