previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γενόμενος δὲ Βελισάριος ἐς γῆν τὴν Ῥωμαίων εὑρίσκει τὴν γυναῖκα ἐκ Βυζαντίου ἀφικομένην. καὶ αὐτὴν μὲν ἐν ἀτιμίᾳ ἐφύλασσε, πολλάκις τε διαχειρίσασθαι αὐτὴν ἐγχειρήσας ἐμαλθακίσθη, ἐμοὶ μὲν δοκεῖ, [2] ἔρωτος ἡσσηθεὶς διαπύρου τινός. φασὶ δὲ αὐτὸν καὶ μαγγανείαις πρὸς τῆς γυναικὸς καταλαμβανόμενον ἐν [p. 20] τῷ παραυτίκα ἐκλύεσθαι. Φώτιος δὲ κατὰ τάχος ἐς τὴν Ἔφεσον στέλλεται, τῶν τινα εὐνούχων, Καλλίγονον ὄνομα, προαγωγὸν τῆς κεκτημένης ὄντα δεσμεύσας τε καὶ ξὺν αὑτῷ ἔχων, ὅσπερ αὐτῷ αἰκιζόμενος ἐν τῇ ὁδῷ ταύτῃ ἅπαντα ἐξήνεγκε τὰ ἀπόρρητα. [3] καὶ Θεοδόσιος μὲν προμαθὼν ἐς τὸ ἱερὸν Ἰωάννου καταφεύγει τοῦ ἀποστόλου, ὅπερ ἐνταῦθα ἁγιώτατόν ἐστι καὶ ἐπιεικῶς ἔντιμον. [4] Ἀνδρέας δὲ τῆς Ἐφέσου ἀρχιερεὺς χρήμασίν οἱ ἀναπεισθεὶς τὸν ἄνθρωπον ἐνεχείρισεν. ἐν τούτῳ Θεοδώρα ἀμφὶ τῇ Ἀντωνίνῃ δειμαίνουσα, ἠκηκόει γὰρ ὅσα δὴ αὐτῇ ξυνεπεπτώκει, Βελισάριον ξὺν αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται. [5] Φώτιος δὲ ταῦτα ἀκούσας Θεοδόσιον μὲν ἐς Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον, τοῖς παραπομποῖς ἐπιστείλας λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν, ἐς Κίλικας δὲ ἀφικομένοις κεκρυμμένως ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν παρεχομένοις ὅποι γῆς εἴη. αὐτὸς δὲ ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν ἁδροῖς τισιν οὖσιν ἐς Βυζάντιον ἦλθεν. [6] ἐνταῦθα βασιλὶς ἐπίδειξιν πεποίηται ἐς πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη μείζοσί τε καὶ μιαρωτέροις ἀμείβεσθαι δώροις. [7] Ἀντωνίνα μὲν γὰρ ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν ἐνεδρεύσασα προὔδωκεν, αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν ἀνεγκλήτως ἀνῄρηκε. [p. 21] [8] τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων τινῶν μὲν τὰ σώματα αἰκισαμένη, καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν, οὕτω διέθετο ὥστε αὐτοῖς ἐς τί ποτε τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν: ἄλλους δὲ φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο ἐπενεγκοῦσα. [9] ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴν Ἔφεσον ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν ἀφελομένη ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει ἔστησεν ἐπὶ φάτνης τινὸς βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε αὐτῷ δὴ ἐντετάσθαι καὶ χαλαρὸν μηδαμῆ εἶναι. [10] ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς φάτνης τάλας ἤσθιέ τε καὶ ὕπνον ᾑρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως χρείας, ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς [11] ὄνοις εἰκάζεσθαι τι μὴ βρωμᾶσθαι ἐλέλειπτο. χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων μηνῶν τεσσάρων ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς μανείς τε ἐκτόπως καὶ οὕτω δὴ ταύτης τῆς εἱρκτῆς ἀφεθεὶς εἶτα ἀπέθανε. [12] καὶ Βελισάριον οὔτι ἑκούσιον Ἀντωνίνῃ τῇ γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι περιβαλοῦσα καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς, ἐκλέγειν ἐκέλευεν ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ προαγωγὸς εἴη. [13] δὲ καίπερ ὑπὸ τῆς βασάνου κατατεινόμενος τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ ἀνειμένος γεγονὼς πρότερον, ἐς δὲ τὴν [p. 22] ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς, ὕβρεώς τε γενόμενος ταλαιπωρίας τινὸς ἄπειρος. [14] οὐδὲν γοῦν αὐτὸς τῶν Βελισαρίου κεκρυμμένων ἐξεῖπεν. ὕστερον μέντοι ἅπαντα τὰ τέως ἀπόρρητα ἐς φῶς ἐληλούθει. [15] καὶ Καλλίγονον μὲν ἥδ̓ ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε, τὸν δὲ Θεοδόσιον μετακαλέσασα ἐς Βυζάντιον, ἐπειδὴ ἀφίκετο, εὐθὺς μὲν κρύπτει ἐν Παλατίῳ, τῇ δὲ ὑστεραίᾳ μεταπεμψαμένη Ἀντωνίναν, [16] φιλτάτη πατρικίαἔφημάργαρον ἐς χεῖρας τὰς ἐμὰς τῇ προτεραίᾳ ἐμπέπτωκεν, οἷον οὐδείς ποτ̓ ἀνθρώπων εἶδε. καί σοι βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου, [17] ἀλλὰ ἐπιδείξω.’ καὶ μὲν οὐ ξυνιεῖσα τοῦ πρασσομένου τὸν μάργαρόν οἱ ἐπιδεῖξαι πολλὰ ἐλιπάρει. δὲ τὸν Θεοδόσιον ἐξ οἰκιδίου τῶν τινος εὐνούχων [18] ἐξαγαγοῦσα ἐπέδειξεν. Ἀντωνίνα δὲ τὰ μὲν πρῶτα περιχαρὴς ἄγαν γεγονυῖα ὑφ̓ ἡδονῆς ἀχανὴς ἔμεινε, χάριτάς τέ οἱ δεδρακέναι ὡμολόγει πολλὰς, σώτειράν τε καὶ εὐεργέτιν ἀποκαλοῦσα καὶ δέσποιναν ὄντως. [19] τοῦτον δὲ τὸν Θεοδόσιον βασιλὶς κατασχοῦσα ἐν Παλατίῳ τρυφῆς τε καὶ τῆς ἄλλης εὐπαθείας ἠξίου, στρατηγόν τε ἠπείλησε Ῥωμαίοις αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι. [20] ἀλλά τις προτερήσασα δίκη νόσῳ ἁλόντα δυσεντερίας ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. [21] ἦν δὲ οἰκίδια τῇ Θεοδώρᾳ ἀπόκρυφα μὲν καὶ ὅλως λεληθότα ζοφώδη τε καὶ ἀγείτονα, ἔνθα δὴ οὔτε νυκτὸς οὔτε ἡμέρας δήλωσις γίνεται. [22] ἐνταῦθα τὸν Φώτιον ἐπὶ χρόνου μῆκος καθείρξασα ἐτήρει. ὅθεν δὴ αὐτῷ ξυνέβη τις τύχη οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς διαφυγόντι [p. 23] ἀπαλλαγῆναι. [23] καὶ τὰ μὲν πρῶτα καταφυγὼν εἰς τὸν ναὸν τῆς θεοτόκου, ὅσπερ ἐν Βυζαντίοις ἁγιώτατός ἐστί τε καὶ ὠνομάσθη, παρὰ τὴν ἱερὰν τράπεζαν ἱκέτης καθῆστο. ἐντεῦθέν τε αὐτὸν ἀναστήσασα βίᾳ τῇ πάσῃ καθεῖρξεν αὖθις. [24] τὸ δὲ δὴ δεύτερον ἐς τῆς Σοφίας τὸ ἱερὸν ἥκων, ἐς αὐτήν που τὴν θείαν δεξαμενὴν ἐξαπιναίως ἐκάθισεν, ἥνπερ μάλιστα πάντων νενομίκασι Χριστιανοὶ σέβειν. [25] ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὸν γυνὴ ἴσχυσε. χωρίον γὰρ ἀβέβηλον πώποτε ἀνέφαπτον αὐτῇ οὐδὲν γέγονεν, ἀλλ̓ αὐτῇ βιάζεσθαι τὰ ἱερὰ ξύμπαντα οὐδὲν πρᾶγμα ἐδόκει εἶναι. [26] καὶ ξὺν τῷ δήμῳ οἱ τῶν Χριστιανῶν ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντα. [27] τριῶν μὲν οὖν αὐτῷ ἐνιαυτῶν χρόνος ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ὕστερον δὲ προφήτης αὐτῷ Ζαχαρίας ἐπιστὰς ὄναρ ὅρκοις, φασὶν, ἐκέλευσε φεύγειν, συλλήψεσθαί οἱ ἐν τῷ ἔργῳ τῷδε ὁμολογήσας. [28] ταύτῃ τε τῇ ὄψει ἀναπεισθεὶς ἀνέστη τε ἐνθένδε καὶ διαλαθὼν εἰς τὰ Ἱεροσόλυμα ἦλθε, μυρίων μὲν αὐτὸν διερευνωμένων ἀνθρώπων, οὐδενὸς δὲ τὸν νεανίαν, καίπερ [p. 24] ἐντυχόντα ὁρῶντος. [29] οὗ δὴ ἀποθριξάμενός τε καὶ τῶν μοναχῶν καλουμένων τὸ σχῆμα περιβαλλόμενος τὴν ἐκ Θεοδώρας κόλασιν διαφυγεῖν ἔσχε. [30] Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν: εὐθὺς γὰρ ἐπί τε Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐς Ῥωμαίων τὴν γῆν κακότητα ὦφλε. [31] καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε ἀποσεισάμενος. ἀλλ̓ ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισε Ῥωμαίων πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἐθελοκακήσας ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: