previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅπως δὲ καὶ τὰ χρήματα ἀφείλετο ἁπαξάπαντα ἐρῶν ἔρχομαι, ὄψιν ὀνείρου ὑπειπὼν πρότερον ἥνπερ κατ̓ ἀρχὰς τῆς Ἰουστίνου βασιλείας τῶν τινι ἐπιφανῶν ἰδεῖν ξυνηνέχθη. [2] ἔφη γάρ οἱ δοκεῖν ἐν τῷ ὀνείρῳ ἑστάναι μέν που ἐν Βυζαντίῳ παρὰ τὴν τῆς θαλάσσης ἠιόνα, δὴ Χαλκηδόνος καταντικρύ ἐστιν, ὁρᾶν δὲ τοῦτον κατὰ τὸν ἐκείνῃ πορθμὸν ἑστῶτα μέσον. [3] καὶ πρῶτον μὲν τοι τὸ ὕδωρ τῆς θαλάσσης αὐτὸν ἐκπιεῖν ὅλον, ὥστε οἴεσθαι τὸ λοιπὸν αὐτὸν ἐπὶ τῆς ἠπείρου ἑστάναι, οὐκέτι τοῦ πορθμοῦ ταύτῃ ἐπιόντος, ἔπειτα δὲ ὕδωρ ἄλλο ῥύπου τε πολλοῦ καὶ φορυτοῦ γέμον, βρύσαν ἐξ ὑπονόμων ἑκατέρωθεν ὄντων, ἐνταῦθα γενέσθαι, καὶ αὐτὸ μὲν τοῦτον ἐκπιεῖν ἅμα, γυμνόν τε αὖθις ἐξεργάσασθαι τοῦ πορθμοῦ χῶρον. [4] μὲν τοῦ ὀνείρου ὄψις ἐδήλου τοιαῦτα. Ἰουστινιανὸς δὲ οὗτος, ἡνίκα οἱ θεῖος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε, χρημάτων δημοσίων ἔμπλεων τὴν πολιτείαν εὗρεν. [5] Ἀναστάσιος γὰρ προνοητικώτατός τε ἅμα καὶ οἰκονομικώτατος πάντων αὐτοκρατόρων γενόμενος, δείσας ὅπερ ἐγένετο, μή οἱ τὴν βασιλείαν ἐκδεξόμενος χρημάτων ὑποσπανίζων ἴσως τοὺς κατηκόους ληΐζηται, χρυσοῦ τοὺς θησαυροὺς ἅπαντας κατακόρως ἐμπλησάμενος, τὸν βίον ξυνεμετρήσατο. [6] οὕσπερ [p. 121] ἅπαντας Ἰουστινιανὸς ὡς τάχιστα διεσπάσατο, πὴ μὲν θαλασσίοις οἰκοδομίαις λόγον οὐκ ἐχούσαις, πὴ δὲ τῇ ἐς τοὺς βαρβάρους φιλότητι: καίτοι ᾠήθη ἄν τις αὐτοὺς βασιλεῖ ἐς ἄγαν ἀσώτῳ ἐσομένῳ ἐτῶν ἑκατὸν ἐπαρκέσειν. [7] ἰσχυρίζοντο γὰρ οἱ τοῖς θησαυροῖς τε καὶ ταμείοις καὶ ἄλλοις ἅπασι τοῖς βασιλικοῖς χρήμασιν ἐφεστῶτες, Ἀναστάσιον μὲν Ῥωμαίων ἔτη πλέον ἑπτὰ καὶ εἴκοσιν ἄρξαντα διακόσια καὶ τρισχίλια χρυσοῦ κεντηνάρια ἐν δημοσίῳ ἀπολιπεῖν. [8] ἐπὶ μέντοι Ἰουστίνου ἔτη ἐννέα τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τούτου Ἰουστινιανοῦ ξύγχυσίν τε καὶ ἀκοσμίαν τῇ πολιτείᾳ προστριψαμένου, τετρακισχίλια κεντηνάρια ἐς τὴν βασιλείαν εἰσκομισθῆναι οὐδενὶ νόμῳ, καὶ τούτων ἁπάντων οὐδ̓ ὁτιοῦν ἀπολελεῖφθαι, ἀλλ̓ ἔτι περιόντος Ἰουστίνου πρὸς τοῦδε τοῦ ἀνθρώπου δεδαπανῆσθαι ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις. [9] ἅπερ γὰρ αὐτὸς ἐν τῷ παντὶ χρόνῳ σφετερίζεσθαί τε οὐ δέον καὶ ἀναλοῦν ἴσχυσεν, οὐδ̓ ἄν τινα λόγον λογισμὸν μέτρον φανῆναι μηχανή τις οὐδεμία ἐστίν. [10] ὥσπερ γάρ τις ποταμὸς ἀένναος ἐς ἡμέραν ἑκάστην ἐκδηιούμενος [p. 122] κατεληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα τοῖς βαρβάροις εὐθύς. [11] Πλοῦτον οὕτω τὸν δημόσιον εὐθὺς ἐκφορήσας ἐπὶ τοὺς κατηκόους τὸ βλέμμα ἦγε, πλείστους τε αὐτίκα τὰς οὐσίας ἀφείλετο ἁρπάζων τε καὶ βιαζόμενος οὐδενὶ λόγῳ, τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων τοὺς εὐδαίμονας ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ δοκοῦντας εἶναι, καὶ τοῖς μὲν πολυθεΐαν, τοῖς δὲ δόξης ἐν Χριστιανοῖς οὐκ ὀρθῆς αἵρεσιν, τοῖς δὲ παιδεραστίας, ἑτέροις ἱερῶν γυναικῶν ἔρωτας, ἄλλας τινὰς οὐ θεμιτὰς μίξεις, ἄλλοις στάσεως ἀφορμὴν, μέρους Πρασίνου στοργὴν, ἐς αὐτὸν ὑβρίζειν, ὄνομα ὁτιοῦν ἄλλο ἐπενεγκὼν, κληρονόμος αὐτόματος τοῖς τετελευτηκόσιν καὶ περιοῦσιν, ἂν οὕτω τύχοι, γινόμενος ἅτε ἐσποιητὸς πρὸς αὐτῶν γενόμενος. [12] αἱ γὰρ δὴ σεμνόταται τῶν πράξεων αὐτῷ τοιαῦται ἦσαν. ὅπως δὲ καὶ τὴν γενομένην ἐπ̓ αὐτὸν στάσιν, ἣν Νίκα ἐκάλουν, διοικησάμενος πᾶσι κληρονόμος τοῖς ἐκ βουλῆς εὐθὺς γέγονεν ἤδη μοι ἔναγχος δεδιήγηται, καὶ ὅπως τῆς στάσεως πρότερον οὐκ ὀλίγων αὐτὸς ἰδίᾳ ἑκάστου τὴν οὐσίαν ἀφείλετο. [13] Τοὺς δὲ βαρβάρους ἅπαντας οὐδένα ἀνιεὶς καιρὸν χρήμασιν ἐδωρεῖτο μεγάλοις, ἑῴους τε καὶ ἑσπερίους [p. 123] πρός τε ἄρκτον καὶ μεσημβρίαν, ἄχρι ἐς τοὺς ἐν Βρεττανίαις ᾠκημένους καὶ γῆς πανταχόθι τῆς οἰκουμένης τὰ ἔθνη, ὧνπερ οὐδὲ ὅσον ἀκοὴν πρότερον εἴχομεν, ἀλλὰ πρῶτον ἰδόντες εἶτα τοῦ γένους ὄνομα ἔγνωμεν. [14] αὐτοί τε γὰρ πυνθανόμενοι τὸ τοῦ ἀνδρὸς ἦθος ἐπ̓ αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς Βυζάντιον. [15] καὶ ὃς οὐδεμιᾷ ὀκνήσει, ἀλλ̓ ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος τὸν μὲν Ῥωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ῥοθίοις τισὶ θαλασσίοις προΐεσθαι, ἀεὶ καθ̓ ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν ἀπεπέμπετο. [16] ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦ Ῥωμαίων παντάπασι γεγένηνται πλούτου, τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ληϊζόμενοι τὴν τῶν Ῥωμαίων ἀρχὴν, τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, τὴν ἐκεχειρίαν ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι [17] ἀποκεκρίσθαι τετύχηκε. καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται, δἰ ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: