previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Ἰουστινιανὸς τοιοῦτός τις ἦν. Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα ἐπεπήγει τὴν γνώμην. [2] ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἀναγκασθεῖσα εἰργάζετο οὐδὲν πώποτε, αὐτὴ δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, οὐδενὸς ἐξαιτεῖσθαι τὸν παραπεπτωκότα τολμῶντος. [3] οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ, οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ, ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα, καταθέσθαι αὐτήν τι τῆς ὀργῆς ἔπειθε. [4] καὶ συλλήβδην Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν οὐδείς ποτε εἶδεν οὐδὲ ἐξ ἀνθρώπων ἀφανισθέντι, ἀλλὰ τοῦ τετελευτηκότος παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγένειαν παρέπεμπεν. [5] γὰρ θυμὸς αὐτῇ κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος. [6] Τὸ μέντοι σῶμα ἐθεράπευε μειζόνως μὲν κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ κατὰ τὴν αὐτῆς ἐπιθυμίαν. [7] ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον, ἐς τὸ ἀκρατίζεσθαι [p. 95] ἐνθένδε ἐχώρει. [8] ἀκρατισαμένη δὲ ἡσυχίαν ἦγεν. ἀριστῶσα μέντοι καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο, ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο, ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχρις ἡλίου ἀνίσχοντος. [9] εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον ἐς τόσον ἡμέρας καιρὸν ἅπασαν διοικεῖσθαι ἠξίου τὴν Ῥωμαίων ἀρχήν. [10] καὶ ἤν τῳ ἐπιστείλειε πρᾶξίν τινα βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ ἀνθρώπῳ τὰ πράγματα, ὥστε οὐ πολλῷ ὕστερον τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει μεγάλῃ καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ. [11] Τῷ μὲν οὖν Ἰουστινιανῷ ἅπαντα πράσσειν ῥᾴδιον ἦν, οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ̓ ὅτι καὶ ἄυπνος ἦν ἐπὶ πλεῖστον, ὥσπερ εἴρηται, καὶ εὐπρόσοδος πάντων μάλιστα. [12] πολλὴ γὰρ ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν, οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων συγγίνεσθαι. [13] παρὰ δὲ τὴν βασιλίδα οὐδὲ τῶν ἀρχόντων τινὶ ὅτι μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ εἰσιτητὰ ἦν, ἀλλὰ προσήδρευον μὲν ἐς ἀεὶ ἅπαντες ἀνδραποδώδη τινὰ προσεδρείαν ἐν δωματίῳ στενῷ τε καὶ πνιγηρῷ τὸν ἅπαντα χρόνον. [p. 96] κίνδυνος γὰρ ἀπολελεῖφθαι τῶν ἀρχόντων τινὶ ἀνύποιστος ἦν. [14] ἵσταντο δὲ διηνεκὲς ἐπ̓ ἄκρων δακτύλων, αὐτὸς καθυπέρτερον ἕκαστος τῶν πέλας διατεινόμενος τὸ πρόσωπον ἔχειν, ὅπως αὐτὸν ἔνδοθεν ἐξιόντες εὐνοῦχοι ὁρῷεν. [15] ἐκαλοῦντο δὲ αὐτῶν τινες μόλις τε καὶ ἡμέραις πολλαῖς ὕστερον, ἐσιόντες δὲ παῤ αὐτὴν ξὺν δέει πολλῷ ὅτι τάχιστα ἀπηλλάσσοντο, προσκυνήσαντες μόνον καὶ ταρσοῦ ἑκατέρου ποδὸς ἄκρῳ χείλει ἁψάμενοι. [16] φθέγγεσθαι γὰρ αἰτεῖσθαί τι μὴ ἐκείνης ἐγκελευομένης οὐδεμία παρρησία ἐγίνετο. ἐς δουλοπρέπειαν γὰρ πολιτεία ἦλθε, δουλοδιδάσκαλον αὐτὴν ἔχουσα. [17] οὕτω τε Ῥωμαίοις τὰ πράγματα διεφθείρετο τοῦ μὲν τυράννου τῷ ἄγαν εὐήθει δοκοῦντι εἶναι, [18] Θεοδώρας δὲ τῷ χαλεπῷ καὶ λίαν δυσκόλῳ. ἐν μὲν γὰρ τῷ εὐήθει τὸ ἀβέβαιον ἦν, ἐν δὲ τῷ δυσκόλῳ τὸ ἄπρακτον. [19] Ἐν τοῖς μὲν οὖν τῆς τε γνώμης αὐτοῖς καὶ τῆς διαίτης τὸ διαλλάσσον ἐφαίνετο, κοινὰ δὲ ἦν αὐτοῖς τε φιλοχρηματία καὶ τῶν φόνων ἐπιθυμία καὶ τὸ μηδενὶ ἀληθίζεσθαι. [20] ἄμφω γὰρ ἐπιτηδείως ἐς τὰ μάλιστα ψεύδεσθαι εἶχον, καὶ ἢν μέν τις τῶν Θεοδώρᾳ προσκεκρουκότων ἁμαρτάνειν λέγοιτό τι βραχύ τε καὶ λόγου οὐδαμῆ ἄξιον, αἰτίας εὐθὺς ἀναπλάσσουσα τῷ ἀνθρώπῳ οὐδὲν προσηκούσας, ἐς μέγα τι κακοῦ τὸ πρᾶγμα ᾖρεν. [21] ἐγκλημάτων τε ἠκούετο πλῆθος καὶ καταλύσεως πέρι τῶν καθεστώτων ληΐζεσθαι δικαστήριον [p. 97] ἦν, καὶ δικασταὶ ξυνελέγοντο πρὸς αὐτῆς ἀγειρόμενοι, οἳ δὴ ἔμελλον διαμαχέσασθαι πρὸς ἀλλήλους, ὅστις ἂν αὐτῶν μᾶλλον τῶν ἄλλων ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα [22] ἱκανὸς γένοιτο. οὕτω τε τοῦ παραπεπτωκότος τὴν μὲν οὐσίαν αὐτίκα ἐς τὸ δημόσιον ἀνάγραπτον ἐποίει, πικρότατα δὲ αὐτὸν αἰκισαμένη, καίπερ ἴσως εὐπατρίδην τὸ ἀνέκαθεν ὄντα, φυγῇ ζημιοῦν θανάτῳ οὐδαμῆ ἀπηξίου. [23] ἢν δέ γε τῶν αὐτῇ ἐσπουδασμένων τινὶ ἐπὶ φόνοις ἀδίκοις ἑτέρῳ τῳ τῶν μεγίστων ἀδικημάτων ἁλῶναι ξυμβαίνῃ, διασύρουσα καὶ χλευάζουσα τὴν τῶν κατηγόρων ὁρμὴν σιωπᾶν τὰ προσπεσόντα οὔτι ἐθελουσίους ἠνάγκαζεν. [24] Ἀλλὰ καὶ τῶν πραγμάτων τὰ σπουδαιότατα εἰς γελωτοποιίαν μεταβάλλειν, ὅταν αὐτῇ δοκῇ, ὥσπερ ἐν σκηνῇ καὶ θεάτρῳ ἔργον πεποίηται. [25] καί ποτε ἦν τις τῶν πατρικίων γέρων τε καὶ χρόνον πολὺν ἐν ἀρχῇ γεγονὼς, οὗπερ ἐγὼ τὸ ὄνομα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπέραντον τὴν ἐς αὐτὸν ὕβριν ποιήσωμαι, τῶν αὐτῇ ὑπηρετούντων τινὰ ὀφείλοντά οἱ χρήματα μεγάλα εἰσπράξασθαι οὐχ οἷός τε ὢν ἐσῆλθε παῤ αὐτὴν, τόν τε συμβαλόντα αἰτιασόμενος καὶ δεηθησόμενος [p. 98] αὐτῷ βοηθῆσαι τὰ δίκαια. [26] ὅπερ Θεοδώρα προμαθοῦσα τοῖς εὐνούχοις ἐπέστελλεν, ἐπειδὰν πατρίκιος πρὸς αὐτὴν ἵκοιτο, κυκλώσασθαι μὲν αὐτὸν ἅπαντας, ἐπακούειν δὲ αὐτῇ φθεγγομένῃ, ὑπειποῦσα τι αὐτοὺς ἀντιφθέγγεσθαι δεῖ. [27] ἐπεὶ δὲ πατρίκιος ἐς τὴν γυναικωνῖτιν ἦλθε, προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν εἴθιστο, δεδακρυμένῳ δὲ ἐοικὼς δέσποινα’, ἔφη, ‘χαλεπὸν πατρικίῳ ἀνδρὶ χρημάτων δεῖσθαι. [28] γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ ἔλεον φέρει, ταῦτα ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ ἀξιώματι ἀποκεκρίσθαι. [29] ἄλλῳ μὲν γὰρ ὁτῳοῦν ἀπορουμένῳ τὰ ἔσχατα πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς χρήσταις ὄχλου τοῦ ἐνθένδε εὐθὺς ἀπηλλάχθαι, πατρίκιος δὲ ἀνὴρ οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς χρήσταις τὰ ὀφλήματα ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν εἰπεῖν αἰσχυνθείη, εἰπὼν δὲ οὐκ ἄν ποτε πείσαι ὡς οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι. [30] ἢν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ ἀνιαρότατα πεπονθέναι ξυμβήσεται. [31] οὐκοῦν, δέσποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέτερα αὐτῶν, οἱ δὲ παῤ ἐμοῦ δεδανεισμένοι. [32] καὶ τοὺς μὲν δανείσαντας ἐνδελεχέστατα ἐγκειμένους οὐχ οἷός τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι, οἱ δέ γε ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες, εἰς σκήψεις τινὰς ἀπανθρώπους χωροῦσιν. [33] ἀντιβολῶ τοίνυν [p. 99] καὶ ἱκετεύω καὶ δέομαι βοηθῆσαί τέ μοι τὰ δίκαια [34] καὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.’ μὲν ταῦτα εἶπεν. δὲ γυνὴ ἀπεκρίνατο ἐμμελῶς, ‘πατρίκιε δεῖνα’, καὶ τῶν εὐνούχων χορὸς ὑπολαβὼν ἀντεφθέγξατο, [35]μεγάλην κήλην ἔχεις’. αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός τε καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος κατὰ ταὐτὰ πάλιν τε γυνὴ ἀπεκρίνατο καὶ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ ἀπιὼν οἴκαδε ᾤχετο. [36] ἐν προαστείοις δὲ τοῖς ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳ Ἡρίῳ διατριβὴν εἶχε, καὶ ἀπ̓ αὐτοῦ τῶν ἑπομένων πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ εἴχετο. [37] τῶν τε ἀναγκαίων γὰρ ἐσπάνιζον καὶ θαλαττίοις ὡμίλουν κινδύνοις, ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, τοῦ κήτους ἐνταῦθά ποι ἐπισκήψαντος. [38] ἀλλ̓ αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη. [39] ὁποῖος δὲ Θεοδώρας πρὸς τοὺς προσκεκρουκότας ἐφαίνετο τρόπος, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς, ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι. [p. 100]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: