previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ ἐν μὲν τῇ γῇ ταῦτα ἐπράσσετο: ἐν δὲ τῇ θαλάσσῃ Χαιρέας ἐνίκησεν, ὥστε μηδὲ ἀντίπαλον αὐτῷ γενέσθαι τὸ πολέμιον ναυτικόν: οὔτε γὰρ τὰς ἐμβολὰς ἐδέξαντο τῶν Αἰγυπτίων τριηρῶν, οὔτε ὅλως ἀντίπρῳροι κατέστησαν, ἀλλὰ αἱ μὲν εὐθὺς ἀνετράπησαν, τὰς δὲ καὶ πρὸς τὴν γῆν ἐξενεχθείσας ἐζώγρησεν αὐτάνδρους: ἐνεπλήσθη δὲ θάλασσα ναυαγίων Μηδικῶν. [2] Ἀλλ̓ οὔτε βασιλεὺς ἐγίνωσκε τὴν ἧτταν τὴν ἐν τῇ θαλάσσῃ τῶν ἰδίων οὔτε Χαιρέας τὴν ἐν τῇ γῇ τῶν Αἰγυπτίων, ἐνόμιζε: δὲ ἑκάτερος κρατεῖν ἐν ἀμφοτέροις. Ἐκείνης οὖν τῆς ἡμέρας, ἧς ἐναυμάχησε, καταπλεύσας εἰς Ἄραδον Χαιρέας τὴν μὲν νῆσον ἐκέλευσε περιπλέοντας ἐν κύκλῳ παραφυλάττειν, ὡς αὐτῆς ἀποδώσοντας λόγον τῷ δεσπότῃ. [3] Κἀκεῖνοι τοὺς μὲν εὐνούχους καὶ θεραπαινίδας καὶ [p. 134] πάντα τὰ εὐωνότερα σώματα συνήθροισαν εἰς τὴν ἀγοράν, αὕτη γὰρ εὐρυχωρίαν εἶχε. Τοσοῦτο δὲ ἦν τὸ πλῆθος, ὥστε οὐ μόνον ἐν ταῖς στοαῖς, ἀλλὰ καὶ ὑπαίθριοι διενυκτέρευσαν. [4] Τοὺς δὲ ἀξιώματός τι μετέχοντας εἰς οἴκημα τῆς ἀγορᾶς εἰσήγαγον, ἐν συνήθως οἱ ἄρχοντες ἐχρημάτιζον. Αἱ δὲ γυναῖκες χαμαὶ ἐκαθέζοντο περὶ τὴν βασιλίδα καὶ οὔτε πῦρ ἀνῆψαν οὔτε τροφῆς ἐγεύσαντο: πεπυσμέναι γὰρ ἦσαν ἑαλωκέναι μὲν βασιλέα καὶ ἀπολωλέναι τὰ Περσῶν πράγματα, τὸν δὲ Αἰγύπτιον πανταχοῦ νικᾶν. [5] νὺξ ἐκείνη καὶ ἡδίστη καὶ χαλεπωτάτη κατέσχεν Ἄραδον. Αἰγύπτιοι μὲν γὰρ ἔχαιρον ἀπηλλαγμένοι πολέμου καὶ δουλείας Περσικῆς, οἱ δὲ ἑαλωκότες Περσῶν δεσμὰ καὶ μάστιγας καὶ ὕβρεις καὶ σφαγὰς προσεδόκων, τὸ φιλανθρωπότατον δέ, δουλείαν: δὲ Στάτειρα ἐνθεῖσα τὴν κεφαλὴν εἰς τὰ γόνατα Καλλιρρόης ἔκλαεν: ἐκείνη γάρ, ὡς ἂν Ἑλληνὶς καὶ πεπαιδευμένη καὶ οὐκ ἀμελέτητος κακῶν, παρεμυθεῖτο μάλιστα τὴν βασιλίδα. [6] Συνέβη δέ τι τοιοῦτον. Αἰγύπτιος στρατιώτης, πεπιστευμένος φυλάττειν τοὺς ἐν τῷ οἰκήματι, γνοὺς ἔνδον εἶναι τὴν βασιλίδα, κατὰ τὴν ἔμφυτον θρησκείαν τῶν βαρβάρων πρὸς τοὔνομα τὸ βασιλικὸν ἐγγὺς μὲν αὐτῇ προσελθεῖν οὐκ ἐτόλμησε, στὰς δὲ παρὰ τῇ θύρᾳ κεκλεισμένῃ: [7]θάρρει, δέσποιναεἶπε, ‘νῦν μὲν γὰρ οὐκ οἶδεν ναύαρχος ὅτι καὶ σὺ μετὰ τῶν αἰχμαλώτων ἐνταῦθα κατεκλείσθης, μαθὼν δὲ προνοήσεταί σου φιλανθρώπως: οὐ μόνον γὰρ ἀνδρεῖος, ἀλλὰ καὶ γυναῖκα ποιήσεται: φύσει γάρ ἐστι φιλογύναιος.’ Ταῦτα ἀκούσασα Καλλιρρόη μέγα ἀνεκώκυε καὶ τὰς τρίχας ἐσπάραττε λέγουσανῦν ἀληθῶς αἰχμάλωτός εἰμι. Φόνευσόν με μᾶλλον ταῦτα [p. 135] ἐπαγγέλλου. [8] Γάμον οὐχ ὑπομένω: θάνατον εὔχομαι. Κεντείτωσαν καὶ καέτωσαν, ἐντεῦθεν οὐκ ἀναστήσομαι: τάφος ἐμὸς ἔσται οὗτος τόπος. Εἰ δέ, ὡς λέγεις, φιλάνθρωπός ἐστιν στρατηγός, ταύτην μοι δότω τὴν χάριν: [9] ἐνταῦθά με ἀποκτεινάτω.’ Δεήσεις αὐτῇ πάλιν ἐκεῖνος προσέφερεν, δ̓ οὐκ ἀνίστατο, ἀλλ̓ ἐγκεκαλυμμένη πεσοῦσα ἐπὶ τῆς γῆς ἔκειτο. Σκέψις προύκειτο τῷ Αἰγυπτίῳ τί καὶ πράξειε: βίαν μὲν γὰρ οὐκ ἐτόλμα προσφέρειν, πεῖσαι δὲ πάλιν οὐκ ἐδύνατο. Διόπερ ὑποστρέψας προσῆλθε τῷ Χαιρέᾳ σκυθρωπός. [10] δὲ ἰδὼντοῦτο ἄλλοφησὶνἦν. Κλέπτουσί τινες τὰ κάλλιστα τῶν λαφύρων, ἀλλ̓ οὐ χαίροντες αὐτὸ πράξουσι.’ Ὡς οὖν εἶπεν Αἰγύπτιοςοὐδεμιᾷ γέγονε κακόν, δέσποτα: τὴν γὰρ γυναῖκα, ἣν εὗρον ἐν πλαταίαις τεταγμένην, οὐ βούλεται ἐλθεῖν, ἀλλ̓ ἔρριπται χαμαί, ξίφος αἰτοῦσα καὶ ἀποθανεῖν βουλομένη,’ γελάσας Χαιρέας εἶπεν πάντων ἀνθρώπων ἀφυέστατε, οὐκ οἶδας πῶς μεθοδεύεται γυνὴ παρακλήσεσιν, ἐπαίνοις, ἐπαγγελίαις, μάλιστα δέ, ἂν ἐρᾶσθαι δοκῇ; Σὺ δὲ βίαν ἴσως προσῆγες καὶ ὕβριν.’ ‘Οὒφησί, ‘δέσποτα: [11] πάντα δὲ ταῦτα, ὅσα λέγεις, πεποίηκα ἐν διπλῷ μᾶλλον. Καὶ γάρ σου κατεψευσάμην ὅτι ἕξεις αὐτὴν γυναῖκα, [12] δὲ πρὸς τοῦτο μάλιστα ἠγανάκτησεν.’ δὲ Χαιρέαςἐπαφρόδιτος ἄραφησὶνεἰμὶ καὶ ἐράσμιος, εἰ καὶ πρὶν ἰδεῖν ἀπεστράφη με καὶ ἐμίσησεν. Ἔοικε δὲ τὸ φρόνημα εἶναι τῆς γυναικὸς οὐκ ἀγεννές. Μηδεὶς αὐτῇ προσφερέτω βίαν, ἀλλὰ ἐᾶτε διάγειν ὡς προῄρηται: πρέπει γάρ μοι σωφροσύνην τιμᾶν. Καὶ αὐτὴ γὰρ ἴσως ἄνδρα πενθεῖ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: