previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐξαίφνης οὖν ἀνεβόα πολλάκιςποῖος οὗτος ἐπ̓ ἐμοῦ Πρωτεσίλεως ἀνεβίω; τίνα τῶν ὑποχθονίων θεῶν ἠσέβησα, ἵνα εὕρω μοι νεκρὸν ἀντεραστήν, οὗ τάφον ἔχω; δέσποινα Ἀφροδίτη, σύ με ἐνήδρευσας, ἣν ἐν τοῖς ἐμοῖς ἱδρυσάμην, θύω πολλάκις. Τί γὰρ [p. 103] ἔδειξάς μοι Καλλιρρόην, ἣν φυλάττειν οὐκ ἔμελλες; [2] τί δὲ πατέρα ἐποίεις τὸν οὐδὲ ἄνδρα ὄντα;’ Μεταξὺ δὲ περιπτυξάμενος τὸν υἱὸν ἔλεγε κλάωντέκνον ἄθλιον, πρότερον μὲν εὐτυχῶς δοκοῦν μοι γεγονέναι, νῦν δὲ ἀκαίρως: ἔχω γάρ σε μητρὸς κληρονομίαν καὶ ἔρωτος ἀτυχοῦς ὑπόμνημα. [3] Παιδίον μὲν εἶ, πλὴν οὐ παντελῶς ἀναίσθητον ὧν πατήρ σου δυστυχεῖ. Κακὴν ἀποδημίαν ἤλθομεν: οὐκ ἔδει Μίλητον καταλιπεῖν: Βαβυλὼν ἡμᾶς ἀπολώλεκε. Τὴν μὲν πρώτην δίκην νενίκημαι: Μιθριδάτης μου κατηγόρει: περὶ δὲ τῆς δευτέρας μᾶλλον φοβοῦμαι: οὐδὲ γὰρ μείων κίνδυνος: δύσελπιν δέ με πεποίηκε τῆς δίκης τὸ προοίμιον. [4] Ἄκριτος ἀφῄρημαι γυναικὸς καὶ περὶ τῆς ἐμῆς ἀγωνίζομαι πρὸς ἕτερον, καί, τὸ τούτου χαλεπώτερον, οὐκ οἶδα Καλλιρρόη τίνα θέλει. Σὺ δέ, τέκνον, ὡς παρὰ μητρὸς δύνασαι μαθεῖν. Καὶ νῦν ἄπελθε καὶ ἱκέτευσον ὑπὲρ τοῦ πατρός. [5] Κλαῦσον, καταφίλησον, εἰπὲ ῾μῆτερ, πατήρ μου φιλεῖ σε,᾿ ὀνειδίσῃς δὲ μηδέν. Τί λέγεις, παιδαγωγέ; οὐδεὶς ὑμᾶς ἐᾷ τοῖς βασιλείοις εἰσελθεῖν; τυραννίδος δεινῆς. Ἀποκλείουσιν υἱὸν πρὸς μητέρα πατρὸς ἥκοντα πρεσβευτήν.’ [6] Διονύσιος μὲν οὖν διέτριβεν ἄχρι τῆς κρίσεως μάχην βραβεύων ἔρωτος καὶ λογισμοῦ, Χαιρέαν δὲ πένθος κατεῖχεν ἀπαρηγόρητον. Προσποιησάμενος οὖν νοσεῖν ἐκέλευσε Πολυχάρμῳ παραπέμψαι Μιθριδάτην, ὡς εὐεργέτην ἀμφοῖν: μόνος δὲ γενόμενος ἧψε βρόχον, καὶ μέλλων ἐπ̓ αὐτὸν ἀναβαίνεινεὐτυχέστερον μὲνεἶπενἀπέθνησκον, εἰ ἐπὶ τὸν σταυρὸν ἀνέβαινον, ὃν ἔπηξέ μοι κατηγορία ψευδὴς ἐν Καρίᾳ δεδεμένῳ: τότε μὲν γὰρ ἀπηλλαττόμην ζωῆς ἠπατημένος ὑπὸ Καλλιρρόης φιλεῖσθαι, νῦν [p. 104] δὲ ἀπολώλεκα οὐ μόνον τὸ ζῆν, ἀλλὰ καὶ τοῦ θανάτου τὴν παραμυθίαν. [7] Καλλιρρόη με ἰδοῦσα οὐ προσῆλθεν, οὐ κατεφίλησεν: ἐμοῦ παρεστῶτος ἄλλον ᾐδεῖτο. Μηδὲν δυσωπείσθω: φθάσω τὴν κρίσιν: οὐ περιμενῶ τέλος ἄδοξον. Οἶδα ὅτι μικρὸς ἀνταγωνιστής εἰμι Διονυσίου, ξένος ἄνθρωπος καὶ πένης καὶ ἀλλότριος ἤδη. Σὺ μὲν εὐτυχοίης, γύναι: γυναῖκα γάρ σε καλῶ, κἂν ἕτερον φιλῇς. Ἐγὼ δὲ ἀπέρχομαι καὶ οὐκ ἐνοχλῶ τοῖς σοῖς γάμοις. Πλούτει καὶ τρύφα καὶ τῆς Ἰωνίας ἀπόλαυε πολυτελείας. Ἔχε ὃν θέλεις. [8] Ἀλλὰ νῦν ἀληθῶς ἀποθανόντος Χαιρέου αἰτοῦμαί σε, Καλλιρρόη, χάριν τελευταίαν. Ὅταν ἀποθάνω, πρόσελθέ μου τῷ νεκρῷ καὶ εἰ μὲν δύνασαι κλαῦσον ῾τοῦτο γὰρ ἐμοὶ καὶ ἀθανασίας γενήσεται μεῖζον̓, εἰπὲ δὲ προσκύψασα τῇ στήλῃ, κἂν ἀνήρ, κἂν βρέφος ὁρᾷ, ῾οἴχῃ, Χαιρέα, νῦν ἀληθῶς: νῦν ἀπέθανες: ἐγὼ [9] γὰρ ἔμελλον ἐπὶ βασιλέως αἱρεῖσθαι σέ.᾿ Ἀκούσομαί σου, γύναι: τάχα καὶ πιστεύσω. Ἐνδοξότερόν με ποιήσεις τοῖς κάτω δαίμοσιν. Εἰ δὲ θανόντων περ καταλήθοντ̓ εἰν ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ. κεῖθι φίλης μεμνήσομαί σου.’ Τοιαῦτα ὀδυράμενος κατεφίλει τὸν βρόχονσύ μοιλέγωνπαραμυθία καὶ συνήγορος: διὰ σὲ νικῶ: [10] σύ με Καλλιρρόης μᾶλλον ἔστερξας.’ Ἀναβαίνοντος αὐτοῦ καὶ τῷ αὐχένι περιάπτοντος ἐπέστη Πολύχαρμος φίλος καὶ ὡς μεμηνότα κατεῖχε, λοιπὸν μηκέτι παρηγορεῖν δυνάμενος. Ἤδη δὲ καὶ προθεσμία τῆς δίκης καθειστήκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: