previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ δὲ ἧκον εἰς τὴν οἰκίαν, μὲν Θήρων ἐθαύμαζε τὸ μέγεθος καὶ τὴν πολυτέλειαν̔ἦν γὰρ εἰς ὑποδοχὴν τοῦ Περσῶν βασιλέως παρεσκευασμένἠ, Λεωνᾶς δὲ ἐκέλευσε περιμένειν αὐτὸν περὶ τὴν θεραπείαν [2] τοῦ δεσπότου πρῶτον Ἔπειτα ἐκεῖνον λαβὼν ἀνήγαγεν εἰς τὴν οἴκησιν τὴν ἑαυτοῦ σφόδρα ἐλευθέριον οὖσαν, ἐκέλευσε δὲ παραθεῖναι τράπεζαν. Καὶ Θήρων, οἷα πανοῦργος ἄνθρωπος καὶ πρὸς πάντα καιρὸν ἁρμόσασθαι δεινός, ἥπτετο τροφῆς καὶ ἐφιλοφρονεῖτο ταῖς προπόσεσι τὸν Λεωνᾶν, τὰ μὲν ἁπλότητος. [3] ἐνδείξει, τὸ δὲ πλέον κοινωνίας. πίστει. Μεταξὺ δὲ ὁμιλία περὶ τῆς γυναικὸς ἐγίνετο πολλή, καὶ Θήρων ἐπῄνει τὸν τρόπον μᾶλλον τῆς γυναικὸς τὸ κάλλος, εἰδὼς ὅτι τὸ μὲν ἄδηλον συνηγορίας ἔχει χρείαν, δὲ ὄψις αὑτὴν συνίστησιν. ‘Ἀπίωμεν οὖν[4] ἔφη Λεωνᾶς, ‘καὶ δεῖξον αὐτήν.’ δὲοὐκ ἐνταῦθά [p. 23] ἐστινἀπεκρίνατο, ‘διὰ γὰρ τοὺς τελώνας περιέστημεν τὴν πόλιν, ἀπὸ ὀγδοήκοντα δὲ σταδίων τὸ πλοῖον ὁρμεῖ,’ καὶ τὸν τόπον ἔφραζεν. ‘Ἐν τοῖς ἡμετέροιςφησὶχωρίοις ὡρμίσασθε: καὶ τοῦτο βέλτιον, ἤδη τῆς τύχης ὑμᾶς ἀγσύσης ἐπὶ Διονύσιον. [5] Ἀπίωμεν οὖν εἰς τὸν ἀγρόν, ἵνα καὶ ἐκ τῆς θαλάσσης αὑτοὺς ἀναλάβητε: γὰρ πλησίον ἔπαυλις κατεσκεύασται πολυτελῶς.’ Ἥσθη μᾶλλον Θήρων, [6] εὐκολωτέραν ἔσεσθαι τὴν πρᾶσιν οὐκ ἐν ἀγορᾷ νομίζων ἀλλ̓ ἐν ἐρημίᾳ, καὶἕωθενφησὶνἀπίωμεν, σὺ μὲν εἰς τὴν ἔπαυλιν, ἐγὼ δ̓ εἰς τὴν ναῦν, κἀκεῖθεν ἄξω τὴν γυναῖκα πρὸς σέ.’ Συνέθεντο ταῦτα καὶ δεξιὰς ἀλλήλοις ἐμβαλόντες ἀπηλλάγησαν. Ἀμφοτέροις δὲ νὺξ ἐδόκει μακρά, τοῦ μὲν δὴ σπεύδοντος ἀγοράσαι, τοῦ δὲ πωλῆσαι. [7] Τῇ δὲ ὑστεραίᾳ μὲν Λεωνᾶς παρέπλευσεν εἰς τὴν ἔπαυλιν, ἅμα καὶ ἀργύριον κομίζων ἵνα προκαταλάβῃ τὸν ἔμπορον: δὲ Θήρων ἐπὶ τὴν ἀκτὴν καὶ σφόδρα ποθοῦσιν ἐπέστη τοῖς συνεργοῖς, διηγησάμενος δὲ τὴν πρᾶξιν αὐτοῖς Καλλιρρόην κολακεύειν ἤρξατο. [8]Κἀγὼφησί, ‘θύγατερ, εὐθὺς μὲν ἤθελόν σε πρὸς τοὺς σοὺς ἀπαγαγεῖν: ἐναντίου δὲ ἀνέμου γενομένου διεκωλύθην ὑπὸ τῆς θαλάσσης: ἐπίστασαι δὲ πόσην σου πεποίημαι πρόνοιαν: καὶ τὸ μέγιστον, καθαρὰν ἐτηρήσαμεν: ἀνύβριστον ἀπολήψεταί σε Χαιρέας, ὡς ἐκ θαλάμου τοῦ τάφου σωθεῖσαν δἰ ἡμᾶς. [9] Νῦν μὲν οὖν ἀναγκαῖόν ἐστιν ἡμῖν μέχρι Λυκίας διαδραμεῖν, οὐκ ἀναγκαῖον δὲ καὶ σὲ μάτην ταλαιπωρεῖν καὶ ταῦτα χαλεπῶς ναυτιῶσαν: ἐνταῦθα δὲ δὴ παραθήσομαί σε φίλοις πιστοῖς, ἐπανιὼν δὲ παραλήψομαι καὶ μετὰ πολλῆς ἐπιμελείας ἄξω λοιπὸν [p. 24] εἰς Συρακούσας. Λάβε τῶν σῶν τι ἂν θέλῃς: σοὶ γὰρ καὶ τὰ λοιπὰ τηροῦμεν.’ [10] Ἐπὶ τούτῳ πρὸς αὑτὴν ἐγέλασε Καλλιρρόη, καίτοι σφόδρα λυπουμένη ὅτι παντελῶς αὐτὴν ἀνόητον ὑπελάμβανεν: ἤδη γὰρ πωλουμένη ἠπίστατο, τῆς δὲ πάλαι εὐγενείας τὴν πρᾶσιν εὐτυχεστέραν ὑπελάμβανεν, ἀπαλλαγῆναι θέλουσα λῃστῶν. Καὶχάριν σοιφησὶνἔχω, πάτερ, ὑπὲρ τῆς εἰς ἐμὲ φιλανθρωπίας: ἀποδοῖεν δὲἔφηπᾶσιν ὑμῖν οἱ θεοὶ τὰς ἀξίας ἀμοιβάς. [11] Χρήσασθαι δὲ τοῖς ἐνταφίοις δυσοιώνιστον ὑπολαμβάνω. Πάντα μοι φυλάξατε καλῶς: ἐμοὶ δὲ ἀρκεῖ δακτυλίδιον μικρόν, εἶχον καὶ νεκρά.’ Εἶτα συγκαλυψαμένη τὴν κεφαλὴνἄγε μεφησίν, ‘ Θήρων, ὅποι ποτὲ θέλεις: πᾶς γὰρ τόπος θαλάσσης καὶ τάφου κρείσσων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: