previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο: παρελθὼν δὲ ἱερεὺςἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίανἤρξατο αὐτὸς λέγειν, πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενοςπαρὰ τὴν θεὸνλέγωνλοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιωκόσι στόματος ἐστὶν οὐ καθαροῦ. [2] Οὗτος δὲ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. Καίτοιγε νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπάνηκε. Σεμνότητα δεδόρκει καὶ σωφροσύνην ὑπεκρίνετο, παιδείας προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ χρωμένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος ἀεί. [3] Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον [p. 200] ἑαυτῷ μισθωσάμενος στενωπεῖον, εἶχεν ἐνταῦθα τὸ οἴκημα, ὁμηρίζων μὲν τὰ πολλά, πάντας δὲ τοὺς χρησίμους πρὸς ἅπερ ἤθελε προσεταιριζόμενος. Καὶ οὕτω μὲν ἀσκεῖν τὴν ψυχὴν ἐνομίζετο: ἦν δ̓ ἄρα τοῦτο κακουργίας ὑπόκρισις. [4] Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος: οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι. [5] Ταῦτα μὲν οὖν ὡραῖος ὥν: ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ̓ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον. [6] Ἀλλ̓ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παῤ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων: ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι. [7]Ἔλυσαςφησὶτὸν θανάτου κατεγνωσμένονκαὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ̓ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος. [8] κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον, ἐλεγχθήτω λόγου μεταλαβών. νόμος αὐτόν, καὶ [p. 201] σοῦ καὶ πάντων κύριος, δησάτω. [9] Οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων πρόεδρος εἶ. [10] Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι: ἀλλ̓ οὔτε τι τῆς ἐξουσίας δράσειας ἂν πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον, οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται, [11] δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί. Καλός γε καὶ νυκτερινὸς δικαστής. Καὶ νῦν πολλάκις βοᾷκατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.’ Ποίῳ θανάτω; ποῖον κατάδικον; [12] Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. ‘Ἐπὶ φόνῳ κατέγνωσταιφησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς ἐστιν, ἣν ἀπέκτεινε; Ἣν γὰρ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον: οὐκ ἀνέπεμψεν Ἀιδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην. [13] Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες: τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. δὲ Ἄρτεμις μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν. [14] Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ: οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον [p. 202] εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: