previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ̓ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην. [2] Προσελθὼν οὖν ἐπυθόμην τι πάθοι: δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα: ὡς δὲ καὶ Μενέλαος οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν: δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει. [3] Θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν [p. 118] στρατηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ̓ αὐτόν, καὶ τὸν Μενέλαον ὑπεβλέπετο: ὡς δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε. [4] Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδηλύσατελέγων, ‘ἱκετεύω, λύσατε: οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί: ἐάσατέ με σὺν αὐτῇ: μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι: μαινέσθω κατ̓ ἐμοῦ. [5] Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά; [6] δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν: ἐκ τῆς θαλάσσης περιγεγόναμεν: ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα: [7] μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ̓ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλιν Τύχη.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: