previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ Μενέλαος γὰρ ἐλέφανταἔφηἤδη τεθέασαί ποτε;’ ‘Καὶ μάλα Χαρμίδης εἶπεν, ‘καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ [2] τὸν τρόπον ὡς παράδοξος.’ ‘Ἀλλ̓ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτηνἔφην ἐγὼτὴν ἡμέραν, ὅτι μὴ γραφῇ.’ ‘Λέγοιμ̓ ἂν ὑμῖνεἶπε, (καὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν μήτηρ χρονιώτατον: δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν τόκος γέρων γένηται. [3] Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν: βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην. [4] Τοιαύτη δέ ἐστιν ἐλέφαντος γένυς, οἵα τοῦ βοὸς κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν: ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα. [5] Προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ πᾶν τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. Ἐὰν μὲν γὰρ ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ: ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ: [6] ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν: καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ [p. 114] μαστίζοντος ἀνέχεται: δὲ μάστιξ αὐτῷ πέλεκυς σιδηροῦς. [7] Εἶδον δέ ποτε καὶ θέαμα καινόν. Ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν: δὲ ἐλέφας ἐκεχήνει καὶ περιῄσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. Ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας. [8] δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ: προσπνεῖν γὰρ αὐτῷ καὶ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν: εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ̓ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: