previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ γῆς τέκνον, φάρμακον, δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα: εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον [2] καὶ ἄγριον.’ Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν: δέ, ὡς ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσανἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι; [3] μάντευσαί τι καὶ νῦν καθεύδουσα: καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη: γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά [4] σου σωφρονεῖ.’ Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις πολύευκτος ἕως ἀναφαίνεται, καὶ Λευκίππη φθέγγεται, καὶ ἦν [5] φωνὴΚλειτοφῶν.’ Ἀναπηδήσας οὖν πρόσειμί τε [p. 127] αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει: δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς δήσας εἴη. Ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι: δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν. [6] Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον: γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε Μενέλαος οὐδὲν ὧν εἶχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: