previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, [p. 122] τεχνάζονταί τι τοιοῦτον. Συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους. [2] Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην: εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, [3] ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας τι καὶ δύναιντο ποιεῖν. [4] Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν: ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, [5] ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ̓ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, ‘οὐκοῦνἔφασαν οἱ γέροντεςεἰ ταῦτά σοι δέδοκται, [6] οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν: μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ̓ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε: τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.’ Ταῦτα ἀκούσας στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ̓ ἡσυχίαν τῷ στρατῷ. [p. 123]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: