Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς περὶ τὸν κόσμον εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν
τελείαν συναγομένης ἑνώσεως: ἡ τοῦ βασιλέως
Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν, ἐν τοῖς
νοεροῖς ἱδρυμένη θεοῖς. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο
συνοχή τίς ἐστιν ἐν τῷ νοητῷ τῶν θεῶν κόσμῳ
πάντα πρὸς τὸ ἓν συντάττουσα. τί δέ; οὐχὶ καὶ
περὶ τὸν οὐρανὸν φαίνεται κύκλῳ πορευομένη τοῦ
πέμπτου σώματος οὐσία, ἣ πάντα συνέχει τὰ
μέρη καὶ σφίγγει πρὸς αὑτὰ συνέχουσα τὸ φύσει
σκεδαστὸν αὐτῶν καὶ ἀπορρέον ἀπ̓ ἀλλήλων;
δύο δὴ ταύτας τὰς οὐσίας συνοχῆς αἰτίας, τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.