Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε
λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος
δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ
τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο
δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, πάντελῶς
ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ
εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν
φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς
πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν,
ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν.
Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.