Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀσφαλὲς οὐδὲ ἀκίνδυνον ἐδόκει: οὕτως ἦν πάντα
σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς
θαλάσσης τῆσδε πρὸς ταῖς ᾐόσι. στοὰς δὲ καὶ
κρήνας καὶ ὅσα τοιαῦτα παρὰ τῶν ὑπάρχων διὰ
σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. ὁπόσα δὲ τῇ
πατρῴᾳ πόλει προστέθεικας, τεῖχος μὲν αὐτῇ
κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα
δὲ οὐκ ἀσφαλῶς ἔχειν τῶν οἰκοδομημάτων εἰς
ἀθάνατον ἀσφάλειαν κατατιθείς, τίς ἂν ἀπαριθμήσαιτο;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.