Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; Συρακούσιοι
δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς
τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ
στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν
τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα
τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλ̓ εἰ πάσας
ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς
ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας
οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως
ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.