Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περαιτέρω φοιτᾶν. ἀπαιτητέον δὲ εἰς δύναμιν τὸν
ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα.
ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος
θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε
οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής,
ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος,
ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς
μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν
πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ̓ ὠφελείᾳ:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.