Click on a word to bring up parses, dictionary entries, and frequency statistics
στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν,
φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις,
ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ.
Ταῦτα κατ̓ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ
σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν
ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν
ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ
γέρα ἄλλα ἐπ̓ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ
οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι
ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ
δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην
νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.