Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘μεστοῦσθαι, ταῦτ̓ οὖν διανοούμενος ἐφίστη τότε
βασιλέας καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν οὐκ
ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος,
δαίμονας, οἶον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ
ὅσων ἡμεροί εἰσιν ἀγέλαι: οὐ βοῦς βοῶν οὐδὲ αἶγας
αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ̓ ἡμεῖς
αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν
δὴ καὶ ὁ θεὸς φιλάνθρωπος ὢν γένος ἄμεινον ἡμῶν
ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.