previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ αὐτῷ

Ζεῦ, πῶς ἔχει καλῶς ἡμᾶς μὲν ἐν Θρᾴκῃ διάγειν μέσῃ καὶ τοῖς ἐνταῦθα σιροῖς ἐγχειμάζειν, παῤ Ἰαμβλίχου δὲ τοῦ καλοῦ καθάπερ ἑῴου τινὸς ἔαρος ἡμῖν τὰς ἐπιστολὰς ἀντὶ χελιδόνων πέμπεσθαι, καὶ μήτε ἡμῖν εἶναι μηδέπω παῤ αὐτὸν ἐλθεῖν μήτ̓ αὐτῷ παῤ ἡμᾶς ἥκειν ἐξεῖναι; τίς ἂν ἑκὼν εἶναι ταῦτα δέξαιτο, ἐὰν μὴ Θρᾴξ τις καὶ Τηρέως ἀντάξιος; Ζεῦ ἄνα, ἀλλὰ σὺ ῥῦσαι ἀπὸ Θρῄκηθεν Ἀχαιούς: ποίησον δ̓ αἴθρην, δὸς δ̓ ὀφθαλμοῖσιν ἰδέσθαι [p. 242] ποτὲ τὸν ἡμέτερον Ἑρμῆν καὶ τά τε ἀνάκτορα αὐτοῦ προσειπεῖν καὶ τοῖς ἕδεσιν ἐμφῦναι, καθάπερ τὸν Οδυσσέα φασίν, ὅτε ἐκ τῆς ἄλης τὴν Ἰθάκην εἶδεν. ἀλλ̓ ἐκεῖνον μὲν οἱ Φαίακες ἔτι καθεύδοντα ὥσπερ τι φορτίον ἐκθέμενοι τῆς νεὼς ᾤχοντο: ἡμᾶς δὲ οὐδὲ ὕπνος αἱρεῖ, μέχρις ἂν σέ, τὸ μέγα τῆς οἰκουμένης ὄφελος, ἰδεῖν ἐγγένηται. καίτοι σὺ μὲν τὴν ἑῴαν ὅλην ἐμέ τε καὶ τὸν ἑταῖρον Σώπατρον εἰς τὴν Θρᾴκην μετενηνοχέναι προσπαίζεις: ἡμῖν δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἕως ἂν Ἰάμβλιχος μὴ παρῇ, Κιμμερίων ἀχλὺς συνοικεῖ. καὶ σὺ μὲν δυοῖν θάτερον αἰτεῖς, ἡμᾶς παρὰ σὲ ἥκειν αὐτόν σε παῤ ἡμᾶς. ἡμῖν δὲ τὸ μὲν ἕτερον εὐκταῖόν τε ὁμοῦ καὶ σύμφορον, αὐτοὺς ἐπανελθεῖν ὡς σὲ καὶ τῶν παρὰ σοὶ καλῶν ἀπολαῦσαι: τὸ δὲ ἕτερον εὐχῆς μὲν ἁπάσης κρεῖττον. ἐπεὶ δὲ ἀδύνατόν σοί γε καὶ ἀξύμφορόν ἐστι, σὺ μὲν οἴκοι μένειν καὶ χαίρειν καὶ τὴν ἡσυχίαν ἣν ἔχεις σώζειν, ἡμεῖς δὲ , τι ἂν θεὸς διδῷ γενναίως οἴσομεν. ἀνδρῶν γὰρ ἀγαθῶν εἶναί φασι τὸ μὲν εὔελπι κεκτῆσθαι καὶ τὰ δέοντα πράττειν, ἕπεσθαι δὲ τοῖς ἀναγκαίοις τοῦ δαίμονος.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: