previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἱμερίῳ

Οὐκ ἀδακρυτί σου τὴν ἐπιστολὴν ἀνέγνων, ἣν ἐπὶ τῷ τῆς συνοικούσης θανάτῳ πεποίησαι, τοῦ πάθους τὴν ὑπερβολὴν ἀγγείλας. πρὸς γὰρ τῷ [p. 228] καὶ καθ̓ ἑαυτὸ λύπης τὸ ξυμβὰν ἄξιον εἶναι, γυναῖκα νέαν καὶ σώφρονα καὶ θυμήρη τῷ γήμαντι, πρὸς δὲ καὶ παίδων ἱερῶν μητέρα, πρὸ ὥρας ἀναρπασθῆναι καθάπερ δᾷδα λαμπρῶς ἡμμένην, εἶτα ἐν ὀλίγῳ καταβαλοῦσαν τὴν φλόγα, ἔτι καὶ τὸ τὰ τοῦ πάθους εἰς σὲ τείνειν οὐχ ἧττόν μοι δοκεῖ λυπηρὸν εἶναι. ἥκιστα γὰρ δὴ πάντων ἄξιος ἦν καλὸς ἡμῖν Ἱμέριος ἀλγεινοῦ τινὸς εἰς πεῖραν ἐλθεῖν, ἀνὴρ καὶ λόγῳ χρηστὸς καὶ ἡμῖν εἰς τὰ μάλιστα τῶν φίλων ποθεινότατος. οὐ μὴν ἀλλ̓ εἰ μὲν ἕτερος ἦν, γράφειν περὶ τούτων ἐχρῆν, πάντως ἂν ἔδει μοι πλειόνων εἰς τοῦτο λόγων, τό τε συμβὰν ὡς ἀνθρώπινον καὶ τὸ φέρειν ὡς ἀναγκαῖον καὶ τὸ μηδὲν ἐκ τοῦ μᾶλλον ἀλγεῖν ἔχειν πλέον, καὶ πάντα ὅσα ἐδόκει πρὸς τὴν τοῦ πάθους παραμυθίαν ἁρμόττειν ὡς ἀγνοοῦντα διδάσκοντι. ἐπεὶ δὲ αἰσχρὸν ἡγοῦμαι πρὸς ἄνδρα καὶ τοὺς ἄλλους νουθετεῖν εἰδότα ποιεῖσθαι λόγους, οἷς χρὴ τοὺς μὴ εἰδότας σωφρονεῖν παιδεύειν, φέρε σοι τὰ ἄλλα παρεὶς ἀνδρὸς εἴτ̓ εἴπω σοφοῦ μῦθον εἴτε δὴ λόγον ἀληθῆ, σοὶ μὲν ἴσως οὐ ξένον, τοῖς πλείοσι δέ, ὡς εἰκός, ἄγνωστον, δὴ καὶ μόνῳ χρησάμενος ὥσπερ φαρμάκῳ νηπενθεῖ λύσιν ἂν εὕροις τοῦ πάθους οὐκ ἐλάττω τῆς κύλικος, ἣν Λάκαινα τῷ Τηλεμάχῳ πρὸς τὸ ἴσον τῆς χρείας ὀρέξαι πιστεύεται. [p. 230] φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείῳ γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν τι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσῃ τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ̓ ἐκείνου μηδενὸς φείσασθαι, τι δ̓ ἂν ἐξῇ λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῷ πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο, δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα ὅλης τῆς Ἀσίας οὐ χαλεπῶς ἂν ἴσως εὑρεῖν. ἐρομένου δ̓ ἐκείνου, τί ἂν εἴη τοσοῦτον μόνῳ βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φασὶ τὸν Δημόκριτον εἰπεῖν, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῷ τάφῳ τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῷ τῆς τελετῆς νόμῳ δυσωπουμένην. ἀπορήσαντος δὲ τοῦ Δαρείου καὶ μηδένα ἄρα δυνηθέντος εὑρεῖν ὅτῳ μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖνΤί οὖν, πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῷ τοσούτῳ συμπλακείς, μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν.’ ἀλλὰ ταῦτα μὲν ἀκούειν ἔδει Δαρεῖον, ἄνδρα βάρβαρον [p. 232] καὶ ἀπαίδευτον, ἔκδοτον ἡδονῇ καὶ πάθει: σὲ δέ, ἄνδρα Ἕλληνα καὶ παιδείαν ἀληθῆ πρεσβεύοντα, καὶ παρὰ σαυτοῦ τὸ ἄκος ἐχρῆν ἔχειν, ἐπεὶ καὶ ἄλλως αἰσχύνη τῷ λογισμῷ γένοιτ̓ ἄν, εἰ μὴ ταὐτὸν σθένοι τῷ χρόνῳ.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: