previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γεωργίῳ Καθολικῷ

Ἦλθες, Τηλέμαχε, φησὶ τὸ ἔπος: ἐγὼ δέ σε καὶ εἶδον ἤδη τοῖς γράμμασι, καὶ τῆς ἱερᾶς σοῦ ψυχῆς [p. 224] τὴν εἰκόνα καθάπερ ὀλίγῃ σφραγῖδι μεγάλου χαρακτῆρος τύπον ἀνεμαξάμην. ἔστι γὰρ ἐν ὀλίγῳ πολλὰ δειχθῆναι: ἐπεὶ καὶ Φειδίας σοφὸς οὐκ ἐκ τῆς Ὀλυμπίασι μόνον Ἀθήνησιν εἰκόνος ἐγνωρίζετο, ἀλλ̓ ᾔδει καὶ μικρῷ γλύμματι μεγάλης τέχνης ἔργον ἐγκλεῖσαι, οἷον δὴ τὸν τέττιγά φασιν αὐτοῦ καὶ τὴν μέλιτταν, εἰ δὲ βούλει, καὶ τὴν μυῖαν εἶναι: ὧν ἕκαστον, εἰ καὶ τῇ φύσει κεχάλκωται, τῇ τέχνῃ γ̓ ἐψύχωται. ἀλλ̓ ἐν ἐκείνοις μὲν ἴσως αὐτῷ καὶ σμικρότης τῶν ζῴων εἰς τὴν κατὰ λόγον τέχνην τὸ εἰκὸς ἐχαρίζετο: σὺ δ̓ ἀλλὰ τὸν ἀφ̓ ἵππου θηρῶντα Ἀλέξανδρον, εἰ δοκεῖ, σκόπει, οὗ τὸ μέτρον ἐστὶ πᾶν ὄνυχος οὐ μεῖζον. οὕτω δ̓ ἐφ̓ ἑκάστου τὸ θαῦμα τῆς τέχνης κέχυται, ὥστε μὲν Ἀλέξανδρος ἤδη τὸ θηρίον βάλλει καὶ τὸν θεατὴν φοβεῖ, δἰ ὅλου δυσωπῶν τοῦ σχήματος, δὲ ἵππος, ἐν ἄκρᾳ τῶν ποδῶν τῇ βάσει τὴν στάσιν φεύγων, ἐν τῇ τῆς ἐνεργείας κλοπῇ τῇ τέχνῃ κινεῖται: δὴ καὶ αὐτὸς ἡμῖν, γενναῖε, ποιεῖς. ὥσπερ γὰρ ἐν Ἑρμοῦ λογίου σταδίοις δἰ ὅλου πολλάκις τοῦ δρόμου στεφανωθεὶς ἤδη, δἰ ὧν ἐν ὀλίγοις γράφεις τῆς ἀρετῆς τὸ ἄκρον ἐμφαίνεις, καὶ τῷ ὄντι τὸν Ὀδυσσέα τὸν Ὁμήρου ζηλοῖς, ὃς καὶ μόνον εἰπὼν ὅστις ἦν ἤρκει [p. 226] τοὺς Φαίακας ἐκπλῆξαι. εἰ δέ τι καὶ παῤ ἡμῶν τοῦ κατὰ σὲ φιλικοῦ καπνοῦ δέει, φθόνος οὐδείς. πάντως που καὶ παρὰ τῶν ἡττόνων εἶναί τι χρηστὸν μῦς τὸν λέοντα ἐν τῷ μύθῳ σώσας ἀρκούντως δείκνυσιν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: