previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι

Μέχρι τῶν Λιτάρβων ἦλθον: ἔστι δὲ κώμη Χαλκίδος: καὶ ἐνέτυχον ὁδῷ λείψανα ἐχούσῃ χειμαδίων Ἀντιοχικῶν. ἦν δὲ αὐτῆς, οἶμαι, τὸ μὲν τέλμα τὸ δὲ ὄρος, τραχεῖα δὲ πᾶσα, καὶ ἐνέκειντο τῷ τέλματι λίθοι ὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες, ὑπ̓ οὐδεμιᾶς τέχνης συγκείμενοι, ὃν τρόπον εἰώθασιν ἐν ταῖς ἄλλαις πόλεσι τὰς λεωφόρους οἱ ἐξοικοδομοῦντες ποιεῖν, ἀντὶ μὲν τῆς κονίας πολὺν τὸν χοῦν ἐποικοδομοῦντες, πυκνοὺς δὲ ὥσπερ ἐν τοίχῳ τιθέντες τοὺς λίθους. ἐπεὶ δὲ διαβὰς μόλις ἦλθον εἰς τὸν πρῶτον σταθμόν, ἐννέα που σχεδὸν ἦσαν ὧραι, καὶ ἐδεξάμην εἴσω τῆς αὐλῆς τὸ πλεῖστον τῆς παῤ ὑμῖν βουλῆς. δὲ διελέχθημεν πρὸς ἀλλήλους, ἴσως ἐπύθου: μάθοις δ̓ ἂν καὶ ἡμῶν ἀκούσας, εἰ θεοὶ θέλοιεν. Ἀπὸ τῶν Λιτάρβων εἰς τὴν Βέρροιαν ἐπορευόμην, καὶ Ζεὺς αἴσια πάντα ἐσήμηνεν, ἐναργῆ δείξας τὴν διοσημείαν. ἐπιμείνας δὲ ἡμέραν ἐκεῖ [p. 202] τὴν ἀκρόπολιν εἶδον, καὶ ἔθυσα τῷ Διὶ βασιλικῶς ταῦρον λευκόν, διελέχθην δὲ ὀλίγα τῇ βουλῇ περὶ θεοσεβείας. ἀλλὰ τοὺς λόγους ἐπῄνουν μὲν ἅπαντες, ἐπείσθησαν δὲ αὐτοῖς ὀλίγοι πάνυ, καὶ οὗτοι οἳ καὶ πρὸ τῶν ἐμῶν λόγων ἐδόκουν ἔχειν ὑγιῶς. εὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι: περίεστι γάρ, θεοί, τοῖς ἀνθρώποις ἐπὶ μὲν τοῖς καλοῖς ἐρυθριᾶν, ἀνδρείᾳ ψυχῆς καὶ εὐσεβείᾳ, καλλωπίζεσθαι δὲ ὥσπερ τοῖς χειρίστοις, ἱεροσυλίᾳ καὶ μαλακίᾳ γνώμης καὶ σώματος. Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παῤ ὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, νῦν ἔοικε ταῖς Βάτναις: ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ ἂν αἰσχυνοίμην. ἀλλ̓ ἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδ̓ ἂν εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς μονῳδίας ἐπ̓ αὐτῇ συγγεγραμμένης; ὡς μήποτε [p. 204] ὤφελε τοιοῦτον. αἵ γε μὴν Βάτναι: βαρβαρικὸν ὄνομα τοῦτο: χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ᾖσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. τοῦτο μὲν οὖν εἰ καὶ λίαν ηὔφραινέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον. ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθ̓ ἡσυχίαν, ἐπ̓ αὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπ̓ ἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια. τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα. Τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων: καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξ ἴσης ἅπαντα θάλλοντα τῇ κόμῃ: καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα: πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων οὐδὲν ποικίλον ἔχοντα: κῆπον δὲ τοῦ μὲν Ἀλκίνου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ θριγκίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς. εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτ̓ ὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς Ἱερᾶς πόλεως εἰχόμεθα, καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί [p. 206] με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπ̓ ἐμοῦ πάλαι. τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδα ὅτι συνῄδεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι: τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο τούτου κηδεστής: ἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ. πρόσεστι ταύτης αἰτία μείζων. ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφὸν καὶ προτραπεὶς ὑπ̓ αὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ. Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. τὰς δὲ στρατιωτικὰς πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν οἶμαι παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι: μεῖζον γάρ ἐστιν κατ̓ ἐπιστολήν, εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίᾳ ταύτης περιλαβεῖν σκοποῦντι τἀκριβές. ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω δἰ ὀλίγων. πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα [p. 208] πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. ἓν μὲν δὴ τοιοῦτον: ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἐξέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πρᾳότατα καὶ δικαιότατα. ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφ̓ ἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις: ἑπόμενα γὰρ ὡσπερεὶ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ: τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: