previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρίσκῳ

Ἄρτι μοι παυσαμένῳ τῆς χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ̓ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην, αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι τὴν σὴν φιλίαν. τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ: ἴδοιμί σε, ἐμὸν ἀγαθόν. καὶ ἰδίᾳ χειρί: νὴ τὴν σὴν σωτηρίαν καὶ τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. ἀγαθώτατε, [p. 16] πότε σε ἴδω καὶ περιλάβωμαι; νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: