previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλεξανδρεῦσιν

Εἰ μέν τις τῶν Γαλιλαίων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καινὸν καὶ διδασκαλίαν [p. 144] νεαράν, λόγον ἂν εἶχεν οὐδ̓ ὣς Ἀθανάσιον ὑφ̓ ὑμῶν ἐπιζητεῖσθαι: νυνὶ δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ τῇ βασιλίδι τῆς Αἰγύπτου πάσης Ἴσιδι... τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν: ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ τὸ τῆς πόλεως ὄνομα. Λίαν αἰσχύνομαι νὴ τοὺς θεούς, ἄνδρες Ἀλεξανδρεῖς, εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ Γαλιλαῖος εἶναι. τῶν ὡς ἀληθῶς Ἑβραίων οἱ πατέρες Αἰγυπτίοις ἐδούλευον πάλαι, νυνὶ δὲ ὑμεῖς, ἄνδρες Ἀλεξανδρεῖς, Αἰγυπτίων κρατήσαντες: ἐκράτησε γὰρ κτίστης ὑμῶν τῆς Αἰγύπτου: τοῖς κατωλιγωρηκόσι τῶν πατρίων δογμάτων δουλείαν ἐθελούσιον ἄντικρυς τῶν παλαιῶν θεσμῶν ὑφίστασθε. καὶ οὐκ εἰσέρχεται μνήμη τῆς παλαιᾶς ὑμᾶς ἐκείνης εὐδαιμονίας, ἡνίκα ἦν κοινωνία μὲν πρὸς τοὺς θεοὺς Αἰγύπτῳ τῇ πάσῃ, πολλῶν δὲ ἀπελαύομεν ἀγαθῶν. ἀλλ̓ οἱ νῦν εἰσαγαγόντες ὑμῖν τὸ καινὸν τοῦτο κήρυγμα τίνος αἴτιοι γεγόνασιν ἀγαθοῦ τῇ πόλει, φράσατέ μοι. κτίστης ὑμῖν ἦν ἀνὴρ θεοσεβὴς Ἀλέξανδρος Μακεδών, οὔτι μὰ Δία κατά τινα τούτων ὢν οὐδὲ κατὰ πάντας Ἑβραίους μακρῷ γεγονότας αὐτῶν κρείττονας. ἐκείνων μὲν οὖν καὶ τοῦ Λάγου Πτολεμαῖος ἦν ἀμείνων, [p. 146] Ἀλέξανδρος δὲ κἂν Ῥωμαίοις εἰς ἅμιλλαν ἰὼν ἀγῶνα παρεῖχε. τί οὖν μετὰ τὸν κτίστην οἱ Πτολεμαῖοι, τὴν πόλιν ὑμῶν ὥσπερ γνησίαν θυγατέρα παιδοτροφήσαντες; οὔτι τοῖς Ἰησοῦ λόγοις ηὔξησαν αὐτήν, οὐδὲ τῇ τῶν θεοῖς ἐχθίστων Γαλιλαίων διδασκαλίᾳ τὴν οἰκονομίαν αὐτῇ ταύτην, ὑφ̓ ἧς νῦν ἐστιν εὐδαίμων, ἐξειργάσαντο. τρίτον, ἐπειδὴ Ῥωμαῖοι κύριοι γεγόναμεν αὐτῆς, ἀφελόμενοι τοὺς Πτολεμαίους οὐ καλῶς ἄρχοντας, Σεβαστὸς ἐπιδημήσας ὑμῶν τῇ πόλει καὶ πρὸς τοὺς ὑμετέρους πολίτας διαλεχθεὶς, ‘Ἄνδρες, εἶπεν, Ἀλεξανδρεῖς, ἀφίημι τὴν πόλιν αἰτίας πάσης αἰδοῖ τοῦ μεγάλου θεοῦ Σαράπιδος αὐτοῦ τε ἕνεκα τοῦ δήμου καὶ τοῦ μεγέθους τῆς πόλεως: αἰτία δέ μοι τρίτη τῆς εἰς ὑμᾶς εὐνοίας ἐστὶ καὶ ἑταῖρος Ἄρειος.’ ἦν δὲ Ἄρειος οὗτος πολίτης μὲν ὑμέτερος, Καίσαρος δὲ τοῦ Σεβαστοῦ συμβιωτής, ἀνὴρ φιλόσοφος. Τὰ μὲν οὖν ἰδίᾳ περὶ τὴν πόλιν ὑμῶν ὑπάρξαντα παρὰ τῶν Ὀλυμπίων θεῶν, ὡς ἐν βραχεῖ φράσαι, τοιαῦτα, σιωπῶ δὲ διὰ τὸ μῆκος τὰ πολλά: τὰ δὲ κοινῇ καθ̓ ἡμέραν οὐκ ἀνθρώποις ὀλίγοις οὐδὲ ἑνὶ γένει οὐδὲ μιᾷ πόλει, παντὶ δὲ ὁμοῦ τῷ κόσμῳ παρὰ τῶν ἐμφανῶν θεῶν διδόμενα πῶς ὑμεῖς οὐκ [p. 148] ἴστε; μόνοι τῆς ἐξ Ἡλίου κατιούσης αὐγῆς ἀναισθήτως ἔχετε; μόνοι θέρος οὐκ ἴστε καὶ χειμῶνα παῤ αὐτοῦ γινόμενον; μόνοι ζῳογονούμενα καὶ φυόμενα παῤ αὐτοῦ τὰ πάντα; τὴν δὲ ἐξ αὐτοῦ καὶ παῤ αὐτοῦ δημιουργὸν τῶν ὅλων Σελήνην οὖσαν οὐκ αἰσθάνεσθε πόσων ἀγαθῶν αἰτία τῇ πόλει γίνεται; καὶ τούτων μὲν τῶν θεῶν οὐδένα προσκυνεῖν τολμᾶτε: ὃν δὲ οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἑοράκασιν Ἰησοῦν οἴεσθε χρῆναι θεὸν λόγον ὑπάρχειν. ὃν δὲ ἐξ αἰῶνος ἅπαν ὁρᾷ τὸ τῶν ἀνθρώπων γένος καὶ βλέπει καὶ σέβεται καὶ σεβόμενον εὖ πράττει, τὸν μέγαν Ἥλιον λέγω, τὸ ζῶν ἄγαλμα καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἀγαθοεργὸν τοῦ νοητοῦ πατρός,... εἴ τι μοι πείθεσθε παραινοῦντι, καὶ μικρὰ ὑμᾶς αὐτοὺς ἐπαναγάγετε πρὸς τήν ἀλήθειαν. οὐχ ἁμαρτήσεσθε γὰρ τῆς ὀρθῆς ὁδοῦ πειθόμενοι τῷ πορευθέντι κἀκείνην τὴν ὁδὸν ἄχρις ἐτῶν εἴκοσι καὶ ταύτην ἤδη σὺν θεοῖς πορευομένῳ δωδέκατον ἔτος. Εἰ μὲν οὖν φίλον ὑμῖν πείθεσθαι, μειζόνως [p. 150] εὐφρανεῖτε: τῇ δεισιδαιμονίᾳ δὲ καὶ κατηχήσει τῶν πανούργων ἀνθρώπων ἐμμένειν εἴπερ ἐθέλοιτε, τὰ πρὸς ἀλλήλους ὁμονοεῖτε καὶ τὸν Ἀθανάσιον μὴ ποθεῖτε. πολλοὶ πάντως εἰσὶ τῶν αὐτοῦ μαθητῶν δυνάμενοι τὰς ἀκοὰς ὑμῶν κνησιώσας καὶ δεομένας ἀσεβῶν ῥημάτων ἱκανῶς παραμυθήσασθαι. ὤφελε γὰρ Ἀθανασίῳ ὁμοῦ τοῦ δυσσεβοῦς αὐτοῦ διδασκαλείου κατακεκλεῖσθαι μοχθηρία. νῦν δέ ἐστι πλῆθος ὑμῖν οὐκ ἀγεννές, καὶ πρᾶγμά δὲ οὐδέν. ὃν γὰρ ἃν ἕλησθε τοῦ πλήθους, ὅσα γε εἰς τὴν τῶν γραφῶν διδασκαλίαν ἥκει, χείρων οὐδὲν ἔσται τοῦ παῤ ὑμῶν ποθουμένου. εἰ δὲ τῆς ἄλλης ἐντρεχείας ἐρῶντες Ἀθανασίου: πανοῦργον γὰρ εἶναι τὸν ἄνδρα πυνθάνομαι: ταύτας ἐποιήσασθε τὰς δεήσεις, ἴστε δἰ αὐτὸ τοῦτο αὐτὸν ἀπεληλαμένον τῆς πόλεως: ἀνεπιτήδειος γὰρ φύσει προστατεύειν δήμου πολυπράγμων ἀνήρ. εἰ δὲ μηδὲ ἀνήρ, ἀλλ̓ ἀνθρωπίσκος εὐτελής, καθάπερ οὗτος μέγας οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν, τοῦτο δὲ δίδωσιν ἀταξίας ἀρχήν. ὅθεν, ἵνα μὴ γένηται τοιοῦτο περὶ ὑμᾶς μηδέν, ἀπελθεῖν αὐτῷ προηγορεύσαμεν τῆς πόλεως πάλαι, νυνὶ δὲ καὶ Αἰγύπτου πάσης. Προτεθήτω τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρεῦσιν. [p. 152]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: