Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπὲρ θεοῦ, καίτοι μηδαμῶς εἰρημένον: οὐ γὰρ ἦν
παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι
συγκατακλιθεῖσα τῷ γήμαντι: δεδόσθω δὲ λέγεσθαι
περὶ ταύτης—μή τι θεόν φησιν ἐκ τῆς
παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ
παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι τὸν
ἐκ τῆς παρθένου γεννώμενον ‘υἱὸν θεοῦ μονογενῆ’
καὶ ‘πρωτότοκον πάσης κτίσεως’; ἀλλὰ τὸ
λεγόμενον ὑπὸ Ἰωάννου ‘Πάντα δἰ αὐτοῦ ἐγένετο
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν’ ἔχει τις ἐν ταῖς