previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα δἰ ὅλης τῆς νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον: ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους: συναπῄει δὲ καὶ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη: καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον. [2] Προεπέπυστο τὴν σωτηρίαν αὐτῶν πόλις ἅπασα: ὡς δὲ ἐξέβησαν, εὐθὺς ὡς εἶχον ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ᾔεσαν καὶ πολλὰ εὔχοντο καὶ θύσαντες ἄλλα τε ἀνέθεσαν ἀναθήματα καὶ δὴ καὶ γραφῇ τῇ θεῷ ἀνέθεσαν πάντα ὅσα τε ἔπαθον καὶ ὅσα ἔδρασαν: [3] καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους ῾ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες᾿, καὶ αὐτοὶ τοῦ λοιποῦ διῆγον ἑορτὴν ἄγοντες τὸν μετ̓ ἀλλήλων βίον. [4] Καὶ Λεύκων καὶ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ Ἱππόθοος ἐν Ἐφέσῳ τὸν λοιπὸν διαβιῶναι χρόνον. Καὶ δὴ Ὑπεράνθους τάφον ἤγειρε μέγαν κατὰ Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη παῖδα ποιησάμενος Ἱππόθοος διῆγεν ἐν Ἐφέσῳ μεθ̓ Ἁβροκόμου καὶ Ἀνθείας. Ξενοφῶντος τῶν κατὰ Ἄνθειαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν λόγων τέλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: