previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐ πολλαῖς τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἄνθειαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ ἀνενεγκοῦσαν παραδοῦναί τισιν ἐμπόροις: δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ τὴν τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκατασχέτῳ λύπῃ ἦν. [2] δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπολυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ λῃστῶν ἀχθεῖσαν: ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν Ἱππόθοον παρεσκεύασαν. [3] Καὶ οἱ μὲν ἄλλοι ἐδειπνοποιοῦντο, δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς [p. 370] ῥίψας ἔκλαε καὶ ἔκειτο οὐδὲν προσιέμενος. [4] Προιόντος δὲ. τοῦ πότου εὐκαίρως τοῖς περὶ τὸν Ἱππόθοον παροῦσά τις πρεσβῦτις ἄρχεται διηγήματος, ὄνομα Χρυσίον. ‘Ἀκούσατεἔφη, ‘ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῇ πόλει. [5] Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ, ἐξελθὼν δὲ ἐπὶ λῃστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν λῃστὰς καὶ μετ̓ αὐτῶν κόρην καλὴν καὶ ταύτην ἔπεισεν αὐτῷ γαμηθῆναι. [6] Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐξετετέλεστο: δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνήσκει: οὗτος γὰρ τοῦ θανάτου τρόπος αὐτῆς ἐλέγετο.’ Ἀκούσας Ἱππόθοοςαὕτηἔφησενἐστὶν κόρη, [7] ἣν Ἁβροκόμης ζητεῖ.’ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας: ὀψὲ δὲ καὶ ἀναθορῶν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆςἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἄνθεια καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σώζεται.’ [8] Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα: δὲ ἀναστενάξασατοῦτο γὰρἔφητῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον: μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε: πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν: ἐφ̓ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: