previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ: ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ̓ ἡμέραν δακρύουσα, ἀλλ̓ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην. [2] Ἐνενόει δὲ ἅμα πολλά, τὸν ἔρωτα, τοὺς ὅρκους, τὴν πατρίδα, τοὺς πατέρας, τὴν ἀνάγκην, τὸν γάμον. Καὶ δὴ καθ̓ αὑτὴν γενομένη, καιροῦ λαβομένη, σπαράξασα τὰς κόμας πάντα ἄδικος ἐγὼφησὶκαὶ πονηρά, ἥτις οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι. [3] μὲν γὰρ ἵνα ἐμὸς ἀνὴρ μείνῃ καὶ δεσμὰ [p. 365] ὑπομένει καὶ βασάνους καὶ ἴσως που καὶ τέθνηκεν: ἐγὼ δὲ καὶ ἐκείνων ἀμνημονῶ καὶ γαμοῦμαι δυστυχής, καὶ τὸν ὑμέναιον ᾄσει τις ἐπ̓ ἐμοί, καὶ ἐπ̓ εὐνὴν ἀφίξομαι τὴν Περιλάου. [4] Ἀλλ̓, φιλτάτη μου πασῶν Ἁβροκόμου ψυχή, μηδέν τι ὑπὲρ ἐμοῦ λυπηθῇς, οὐ γὰρ ἄν ποτε ἑκοῦσα ἀδικήσαιμί σε: ἐλεύσομαι, καὶ μέχρι θανάτου μείνασα νύμφη σή.’ [5] Ταῦτα εἶπε καὶ ἀφικομένου παῤ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπ̓ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν πάτριον θεὸν Ἄρτεμιν ξυμπράξειν πάντα ὅσα ἂν αὐτοῦ δεηθῇ. [6] Ἀνίστησιν αὐτὴν Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῷ τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφροσύνης συνθήκας: [7] καὶεἰ μὲν ἦν ζῶσανἔφημε ἀπολαβεῖν ζῶντα Ἁβροκόμην λαθεῖν ἀποδρᾶσαν ἐντεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην: ἐπειδὴ δὲ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον ὑπομεῖναι γάμον ῾οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τοὺς ὅρκους ὑπερόψομαἰ, σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα. [8] Ἔσται δὲ ἀντὶ τούτων σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσῃ δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπ̓ Ἐφέσου πλεῖν: ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγαμήδη τε καὶ Εὐίππην ἄγγελλε [p. 366] αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, καὶ ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε.’ [9] Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῇ δοῦναί τε τὸ φάρμακον. Καὶ προκομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὑτῆς ῾ἦν δὲ αὐτῇ πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν Περιλάοὐ δίδωσι τῷ Εὐδόξῳ. δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπῄει κομιῶν. [10] δὲ ἐν τούτῳ πολλὰ μὲν καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει. [11] Ἐν τούτῳ ὀλίγον διαλιπὼν Εὔδοξος ἔρχεται κομίζων θανάσιμον μὲν οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μήτε τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ Ἄνθεια καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει. Καὶ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: