previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τὸν μέν γε πρῶτον ἐξηγούμενος Ψαλμόν, ἔκθεσιν πεποίηται τοῦ τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως γράφων κατὰ λέξιν: ‘οὐκ ἀγνοητέον δ̓ εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασιν, δύο καὶ εἴκοσι, ὅσος ἀριθμὸς τῶν παῤ αὐτοῖς στοιχείων ἐστίν.’ [2] Εἶτα μετά τινα ἐπιφέρει λέγων: ‘εἰσὶν δὲ αἱ εἴκοσι δύο βίβλοι καθ̓ Ἑβραίους αἵδε: παῤ ἡμῖν Γένεσις ἐπιγεγραμμένη, παρὰ δ̓ Ἑβραίοις ἀπὸ τῆς ἀρχῆς τῆς βίβλου Βρησιθ, ὅπερ ἐστὶν ῾ἐν ἀρχᾖ: Ἔξοδος, Ουελλεσμωθ, ὅπερ ἐστὶν ῾ταῦτα τὰ ὀνόματἀ: Λευιτικόν, Ουϊκρα, ῾καὶ ἐκάλεσεν̓: Ἀριθμοί, Αμμεσφεκωδειμ: Δευτερονόμιον, Ελλεαδδεβαρειμ, ῾οὗτοι οἱ λόγοἰ: Ἰησοῦς υἱὸς Ναυῆ, Ιωσουεβεννουν: Κριταί, Ῥούθ, παῤ αὐτοῖς ἐν ἑνί, Σωφτειμ: Βασιλειῶν α β, παῤ αὐτοῖς ἕν, Σαμουηλ, ῾ὁ θεόκλητος᾿: Βασιλειῶν γ δ ἐν ἑνί, Ουαμμελχδαυιδ, ὅπερ ἐστὶν ῾βασιλεία Δαυίδ̓: Παραλειπομένων α β ἐν ἑνί, Δαβρηϊαμειν ὅπερ ἐστὶν ῾λόγοι ἡμερῶν̓: Ἔζρας α β ἐν ἑνί, Εζρα, ἐστιν ῾βοηθός᾿: βίβλος Ψαλμῶν, Σφαρθελλειμ: Σολομῶνος παροιμίαι, Μελωθ: Ἐκκλησιαστής, Κωελθ: Ἆισμα ᾀσμάτων ῾οὐ γάρ, ὡς ὑπολαμβάνουσίν τινες, Ἄισματα ᾀσμάτων̓, Σιρασσιρειμ: Ἡσαΐας, Ιεσσια: Ἱερεμίας σὺν Θρήνοις καὶ τῇ Ἐπιστολῇ ἐν ἑνί, Ιερεμια: Δανιήλ, Δανιηλ: Ἰεζεκιήλ, Ιεζεκιηλ: Ἰώβ, Ιωβ: [p. 74] Ἐσθήρ, Εσθηρ. ἔξω δὲ τούτων ἐστὶ τὰ Μακκαβαϊκά, ἅπερ ἐπιγέγραπται Σαρβηθσαβαναιελ.’ [3] Ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι: ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων: ‘ὡς [4] ἐν παραδόσει μαθὼν περὶ τῶν τεσσάρων εὐαγγελίων, καὶ μόνα ἀναντίρρητά ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε τελώνην, ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματθαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πιστεύσασιν, γράμμασιν Ἑβραϊκοϊς συντεταγμένον: [5] δεύτερον δὲ τὸ κατὰ Μάρκον, ὡς Πέτρος ὑφηγήσατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ καθολικῇ 1 ἐπιστολῇ διὰ τούτων ὡμολόγησεν φάσκων ῾ἀσπάζεται ὑμᾶς ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος υἱός μου ᾿: [6] καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ 2 ὑπὸ Παύλου ἐπαινούμενον εὐαγγέλιον τοῖς ἀπὸ τῶν ἐθνῶν πεποιηκότα: ἐπὶ πᾶσιν τὸ κατὰ Ἰωάννην.’ [7] Καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην Ἐξηγητικῶν αὐτὸς ταῦτα περὶ τῶν ἐπιστολῶν 3 τῶν ἀποστόλων φησίν: ‘ δὲ ἱκανωθεὶς διάκονος γενέσθαι τῆς καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, Παῦλος, πεπληρωκὼς τὸ 4 εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, οὐδὲ πάσαις ἔγραψεν αἷς ἐδίδαξεν ἐκκλησίαις, ἀλλὰ καὶ αἷς ἔγραψεν, ὀλίγους στίχους [p. 76] 5 ἐπέστειλεν. [8] Πέτρος δέ, ἐφ̓ οἰκοδομεῖται Χριστοῦ ἐκκλησία, ἧς πύλαι Ἅιδου οὐ κατισχύσουσιν, μίαν ἐπιστολὴν ὁμολογουμένην καταλέλοιπεν, ἔστω δὲ καὶ δευτέραν: ἀμφιβάλλεται 6 γάρ. [9] τί δεῖ περὶ τοῦ ἀναπεσόντος ἐπὶ τὸ στῆθος λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὃς εὐαγγέλιον ἓν καταλέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν 7 οὐδ̓ κόσμος χωρῆσαι ἐδύνατο, ἔγραψεν 8 δὲ καὶ τὴν Ἀποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι τὰς τῶν ἑπτὰ βροντῶν φωνάς; [10] καταλέλοιπεν καὶ ἐπιστολὴν πάνυ ὀλίγων στίχων, ἔστω δὲ καὶ δευτέραν καὶ τρίτην: ἐπεὶ οὐ πάντες φασὶν γνησίους εἶναι ταύτας: πλὴν οὔκ εἰσιν στίχων ἀμφότεραι ἑκατόν.’ [11] Ἔτι πρὸς τούτοις περὶ τῆς Πρὸς Ἑβραίους ἐπιστολῆς ἐν ταῖς εἰς αὐτὴν Ὁμιλίαις ταῦτα διαλαμβάνει: ‘ὅτι χαρακτὴρ τῆς λέξεως τῆς Πρὸς Ἑβραίους ἐπιγεγραμμένης ἐπιστολῆς οὐκ 9 ἔχει τὸ ἐν λόγῳ ἰδιωτικὸν τοῦ ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην εἶναι τῷ λόγῳ, τοῦτ̓ ἐστὶν τῇ φράσει, ἀλλ̓ ἐστὶν ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς ὁμολογήσαι ἄν. [12] πάλιν τε αὖ ὅτι τὰ νοήματα τῆς ἐπιστολῆς θαυμάσιά ἐστιν καὶ οὐ δεύτερα τῶν ἀποστολικῶν ὁμολογουμένων γραμμάτων, καὶ τοῦτο ἂν συμφήσαι εἶναι ἀληθὲς πᾶς προσέχων τῇ ἀναγνώσει τῇ ἀποστολικῇ.’ [13] Τούτοις μεθ̓ ἕτερα ἐπιθέρει λέγων: ‘ἐγὼ δὲ ἀποφαινόμενος εἴποιμ̓ ἂν ὅτι τὰ μὲν νοήματα τοῦ ἀποστόλου ἐστίν, δὲ φράσις καὶ σύνθεσις ἀπομνημονεύσαντός τινος τὰ ἀποστολικὰ καὶ ὥσπερ σχολιογραφήσαντός τινος τὰ εἰρημένα ὑπὸ [p. 78] τοῦ διδασκάλου, εἴ τις οὖν ἐκκλησία ἔχει ταύτην τὴν ἐπιστολὴν ὡς Παύλου, αὕτη εὐδοκιμείτω καὶ ἐπὶ τούτῳ: οὐ γὰρ εἰκῇ οἱ ἀρχαῖοι ἄνδρες ὡς Παύλου αὐτὴν παραδεδώκασιν. [14] τίς δὲ γράψας τὴν ἐπιστολήν, τὸ μὲν ἀληθὲς θεὸς οἶδεν, δὲ εἰς ἡμᾶς φθάσασα ἱστορία ὑπὸ τινῶν μὲν λεγόντων ὅτι Κλήμης, γενόμενος ἐπίσκοπος Ῥωμαίων, ἔγραψεν τὴν ἐπιστολήν, ὑπὸ τινῶν δὲ ὅτι Λουκᾶς, γράψας τὸ εὐαγγέλιον καὶ τὰς Πράξεις.’

1 1 Pet. 5, 13

2 See 2 Cor. 8, 18

3 2 Cor. 3, 6

4 Rom. 15, 19

5 Matt. 16, 18

6 John 13, 25

7 John 21, 25

8 Rev. 10, 3, 4

9 2 Cor. 11, 6

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: