previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως καὶ Ἀπολλώνιος, ἐκκλησιαστικὸς συγγραφεύς, ἀκμαζούσης εἰς ἔτι τότε κατὰ τὴν Φρυγίαν ἔλεγχον ἐνστησάμενος, ἴδιον κατ̓ αὐτῶν πεποίηται σύγγραμμα, τὰς μὲν φερομένας αὐτῶν προφητείας ψευδεῖς οὔσας κατὰ λέξιν εὐθύνων, τὸν δὲ βίον τῶν τῆς αἱρέσεως ἀρχηγῶν ὁποῖός τις γέγονεν, διελέγχων: αὐτοῖς δὲ ῥήμασιν περὶ τοῦ Μοντανοῦ ταῦτα λέγοντος ἄκουε: ‘ἀλλὰ [2] τίς ἐστιν οὗτος πρόσφατος διδάσκαλος, τὰ ἔργα αὐτοῦ καὶ διδασκαλία δείκνυσιν. οὗτός ἐστιν διδάξας λύσεις γάμων, νηστείας νομοθετήσας, Πέπουζαν καὶ Τύμιον Ἱερουσαλὴμ ὀνομάσας ῾πόλεις δ̓ εἰσὶν αὗται μικραὶ τῆς Φρυγίας᾿, τοὺς πανταχόθεν ἐκεῖ συναγαγεῖν ἐθέλων, πρακτῆρας χρημάτων καταστήσας, ἐπ̓ ὀνόματι προσφορῶν τὴν δωροληψίαν ἐπιτεχνώμενος, σαλάρια χορηγῶν τοῖς κηρύσσουσιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς γαστριμαργίας διδασκαλία τοῦ λόγου κρατύνηται.’ [3] Καὶ ταῦτα μὲν περὶ τοῦ Μοντανοῦ: καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει: ‘δείκνυμεν οὖν αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ̓ οὗ τοῦ πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας καταλιπούσας. πῶς οὖν ἐψεύδοντο Πρίσκιλλαν παρθένον ἀποκαλοῦντες;’ [4] εἶτ̓ ἐπιφέρει 1 λέγων: ‘δοκεῖ σοι πᾶσα γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρήματα; ὅταν οὖν ἴδω τὴν [p. 488] προφῆτιν εἰληφυῖαν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς αὐτὴν μὴ παραιτήσωμαι.’ [5] Αὖθις δ̓ ὑποκαταβὰς περί τινος τῶν κατ̓ αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν: ‘ἔτι δὲ καὶ Θεμίσων, τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, μὴ βαστάσας τῆς ὁμολογίας τὸ σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος τὰ δεσμά, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς καυχώμενος, ἐτόλμησεν, μιμούμενος τὸν ἀπόστολον, καθολικήν τινα συνταξάμενος ἐπιστολήν, κατηχεῖν μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, συναγωνίζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν κύριον καὶ τοὺς ἀποστόλους καὶ τὴν ἁγίαν ἐκκλησίαν.’ καὶ [6] περὶ ἑτέρου δὲ αὖθις τῶν κατ̓ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων οὕτω γράφει: ‘ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον, τὸν λέγοντα ἑαυτὸν μάρτυρα, συνεστιᾶται, προσκυνοῦσιν καὶ αὐτῷ πολλοί: οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμήματα ἐφ̓ οἷς κεκόλασται, οὐχ ἡμᾶς δεῖ λέγειν, ἀλλὰ ὀπισθόδομος ἔχει. [7] τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον προφήτης τὰς λῃστείας τῷ μάρτυρι μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ κυρίου μὴ 2 κτήσησθε χρυσὸν μήτε ἄργυρον μηδὲ δύο χιτῶνας, οὗτοι πᾶν τοὐναντίον πεπλημμελήκασιν περὶ τὰς τούτων τῶν ἀπηγορευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους παῤ αὐτοῖς προφήτας καὶ [p. 490] μάρτυρας μὴ μόνον παρὰ πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ χηρῶν κερματιζομένους. [8] καὶ εἰ πεποίθησιν ἔχουσιν, στήτωσαν ἐν τούτῳ καὶ διορισάσθωσαν ἐπὶ τούτοις, ἵνα ἐὰν ἐλεγχθῶσιν, κἂν τοῦ λοιποῦ παύσωνται πλημμελοῦντες. δεῖ γὰρ τοὺς καρποὺς δοκιμάζεσθαι 3 τοῦ προφήτου: [9] ἀπὸ γὰρ τοῦ καρποῦ τὸ ξύλον γινώσκεται. ἵνα δὲ τοῖς βουλομένοις τὰ κατὰ Ἀλέξανδρον γνώριμα, κέκριται ὑπὸ Αἰμιλίου Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσῳ, οὐ διὰ τὸ ὄνομα, ἀλλὰ δἰ ἃς ἐτόλμησεν λῃστείας, ὢν ἤδη παραβάτης: εἶτ̓ ἐπιψευσάμενος τῷ ὀνόματι τοῦ κυρίου, ἀπολέλυται, πλανήσας τοὺς ἐκεῖ πιστούς, καὶ ἰδία παροικία αὐτόν, ὅθεν ἦν, οὐκ ἐδέξατο διὰ τὸ εἶναι αὐτὸν λῃστήν, καὶ οἱ θέλοντες μαθεῖν τὰ κατ̓ αὐτὸν ἔχουσιν τὸ τῆς Ἀσίας δημόσιον ἀρχεῖον: [10] ὃν προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ. τοῦτον ἐλέγχοντες ἡμεῖς, δἰ αὐτοῦ καὶ τὴν ὑπόστασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ ὅμοιον ἐπὶ πολλῶν δυνάμεθα ἀποδεῖξαι, καὶ εἰ θαρροῦσιν, ὑπομεινάτωσαν τὸν ἔλεγχον.’ [11] Πάλιν τε αὖ ἐν ἑτέρῳ τόπῳ τοῦ συγγράμματος περὶ ὧν αὐχοῦσι προφητῶν ἐπιλέγει ταῦτα: ‘ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι, τοῦθ̓ ὁμολογησάτωσαν ὅτι ἐὰν ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται, καὶ μυρίας ἀποδείξεις τούτων παραστήσομεν. ἀναγκαῖον δέ ἐστιν πάντας καρποὺς δοκιμάζεσθαι προφήτου. προφήτης, εἰπέ μοι, βάπτεται; προφήτης στιβίζεται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις καὶ κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογησάτωσαν πότερον [p. 492] ἔξεστιν μή, ἐγὼ δ̓ ὅτι γέγονεν παῤ αὐτοῖς, δείξω.’ [12] δ̓ αὐτὸς οὗτος Ἀπολλώνιος κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν ἐξ οὗ τῇ προσποιήτῳ αὐτοῦ προφητείᾳ Μοντανὸς ἐπικεχείρηκεν, [13] καὶ πάλιν φησὶν ὡς ἄρα Ζωτικός, οὗ καὶ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφητεύειν δὴ προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται, ἐκωλύθη γε μὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. [14] καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνημονεύει. ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν σωτῆρά φησιν προστεταχέναι τοῖς αὐτοῦ ἀποστόλοις ἐπὶ δώδεκα ἔτεσιν μὴ χωρισθῆναι τῆς Ἱερουσαλήμ, κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου Ἀποκαλύψεως, καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσῳ ἐγηγέρθαι ἱστορεῖ, καὶ ἄλλα τινά φησιν, δἰ ὧν ἱκανῶς τῆς προειρημένης αἱρέσεως πληρέστατα διηύθυνεν τὴν πλάνην. ταῦτα καὶ Ἀπολλώνιος.

1 Didache 11, 12

2 Matt. 10, 9. 10

3 Matt. 12, 33

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: