previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῶν γε μὴν ἐν Ἱεροσολύμοις ἐπισκόπων τοὺς χρόνους γραφῇ σῳζομένους οὐδαμῶς εὑρών ῾κομιδῇ γὰρ οὖν βραχυβίους αὐτοὺς [2] λόγος κατέχει γενέσθαἰ, τοσοῦτον ἐξ ἐγγράφων παρείληφα, ὡς μέχρι τῆς κατὰ Ἁδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαίδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαί, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν, τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι, ὥστ̓ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι: συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν ἀπὸ τῶν ἀποστόλων [p. 310] καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν, καθ̓ ἣν Ἰουδαῖοι Ῥωμαίων αὖθις ἀποστάντες, οὐ μικροῖς πολέμοις ἥλωσαν. [3] διαλελοιπότων δ̓ οὖν τηνικαῦτα τῶν ἐκ περιτομῆς ἐπισκόπων, τοὺς ἀπὸ πρώτου νῦν ἀναγκαῖον ἂν εἴη καταλέξαι. πρῶτος τοιγαροῦν Ἰάκωβος τοῦ κυρίου λεγόμενος ἀδελφὸς ἦν: μεθ̓ ὃν δεύτερος Συμεών: τρίτος Ἰοῦστος: Ζακχαῖος τέταρτος: πέμπτος Τωβίας: ἕκτος Βενιαμίν: Ἰωάννης ἕβδομος: ὄγδοος Ματθίας: ἔνατος Φίλιππος: δέκατος Ζενέκας: ἑνδέκατος Ἰοῦστος: Λευὶς δωδέκατος: Ἐφρῆς τρισκαιδέκατος: τεσσαρεσκαιδέκατος Ἰωσήφ: ἐπὶ πᾶσι πεντεκαιδέκατος Ἰούδας. [4] τοσοῦτοι καὶ οἱ ἐπὶ τῆς Ἱεροσολύμων πόλεως ἐπίσκοποι ἀπὸ τῶν ἀποστόλων εἰς τὸν δηλούμενον διαγενόμενοι χρόνον, οἱ πάντες ἐκ περιτομῆς. [5] ἤδη δὲ δωδέκατον ἐχούσης ἔτος τῆς ἡγεμονίας, Ξύστον δεκαέτη χρόνον ἀποπλήσαντα ἐπὶ τῆς Ῥωμαίων ἐπισκοπῆς ἕβδομος ἀπὸ τῶν ἀποστόλων διαδέχεται Τελεσφόρος: ἐνιαυτοῦ δὲ μεταξὺ καὶ μηνῶν διαγενομένου, τῆς Ἀλεξανδρέων παροικίας τὴν προστασίαν Εὐμένης ἕκτῳ κλήρῳ διαδέχεται, τοῦ πρὸ αὐτοῦ ἔτεσιν ἕνδεκα διαρκέσαντος.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: