previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡλίᾳ ἄρχοντι τῆς ἐπαρχίας 1

Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων: ἀλλ̓ ἐπειδὴ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, 2 ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκα 3 ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο. 4 ἀλλ̓ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτον 5 πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε, 6 εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατ̓ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας 7 καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν 8 ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ [p. 150] ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφ̓ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν. Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παῤ ἡμᾶς; τί μικρὸν μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν, οἶκον εὐκτήριον μεγαλοπρεπῶς 9 κατεσκευασμένον 10 ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην 11 τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει, 12 ὧν χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τε 13 κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν: οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπ̓ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. [p. 152] ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργων 14 ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ἄριστε, λόγον μόνον εἶναι τὰ παῤ ἡμῶν: ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι. Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆ 15 γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι. [p. 154]

1 tw=| a)/rxonti th=s e)parxi/as E, Med.

2 fronti/sei E.

3 tou= add. editi anti#3i.

4 u(poli/poito E.

5 tosou/tw| E.

6 te de/ E.

7 qeo/thtos E.

8 e)pistre/yomen editi anti#3i.

9 megaloprepe/s editi anti#3i.

10 kataskeuasme/non E.

11 e)chrthme/nhn alii MSS.

12 e)n ta/cei e)nta/cai editi anti#3i.

13 te om. E.

14 tw=n e)/rgwn tw=| xro/nw| sex alii MSS.; tw=| xro/nw| add. editi anti#3i.

15 a)sfale/s E.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: