previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εὐσταθίῳ, 1 ἐπισκόπῳ Σεβαστείας

Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ: καὶ δεξάμενος 2 παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, [p. 88] καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον 3 τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς 4 ὑπὲρ τῶν ἐναντίων: τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ 5 ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι 6 ἡμῶν δἰ αὐτοῦ τὴν ἀσθένειαν.

1 *)eu)staqi/w| tantum habent E et Harl.

2 de/ add. E, editi anti#3i.

3 to\ qei=on Capps (on account of the follosing to/), to\n *qeo/n MSS. et editi.

4 kai/ add. E.

5 tou= xarizome/nou Coisl. secundus, Reg. secundus.

6 e)ndunamw/santos Coisl. secundus, Reg. secundus.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: