previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρὸς παρθένον ἐκπεσοῦσαν

Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν: Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ [p. 284] τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους 1 θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλ̓ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον 2 πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα 3 πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν 4συμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. μεγάλα ἂν 5 στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, 6 οἵ γε 7 ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν: Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι: Πᾶς ἐμβλέπων 8 γυναικὶ 9 πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, 10 ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς κεφαλὴ Χριστός. 11 στενάξειε 12 δ̓ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα: 13 Φινεὲς [p. 286] μὲν ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος: 14 δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον τὴν παῤῥησίαν: τάχα δὲ μᾶλλον, 15 εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον Ἰωάννης 16 περὶ τῆς Ἡρωδιάδος τότε: Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ 17 σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ 18 γλῶσσα 19 σιγᾷ, ἀλλ̓ λόγος τοῦ Θεοῦ οὐ δέδεται. γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας 20 τὸν ζυγὸν ἀποῤῥίψασα, 21 καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ 22 οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, 23 οὐδέ τίς ἐστί 24 σοι τρόπος οὐδὲ 25 μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, [p. 288] ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων: καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι 26 καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας: 27 καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας 28 μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως 29 ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετ̓ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος: μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν 30 πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου 31 κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ [p. 290] καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι. 32 Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ 33 γράμματα πρὸς τοὺς ἁγίους 34 ἐχάραξας, δἰ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης 35 φθορᾶς, ἐπιτύχῃς, ἀλλ̓ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις 36 δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δἰ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου 37 πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, πρὸς καιρὸν μὲν 38 λιπαίνει [p. 292] σὸν φάρυγγα, ὕστερον δὲ 39 πικρότερον χολῆς εὑρήσεις. Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι: Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων: Εἶδες ἐποίησέ μοι παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ 40 ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα νυμφαγωγός, θεῖος καὶ μακάριος Παῦλος, τε ἀρχαῖος ἐκεῖνος, καὶ νέος οὗτος ὑφ̓ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον 41 οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ [p. 294] μοι. ἐγὼ μὲν γάρ σε 42 ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ 43 τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν 44 ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ 45 τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵν̓ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων, 46 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν 47 μου 48 προσετίθουν 49 ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου 50 τὸ σῶμα καὶ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν 51 Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν 52 ἐξέβη [p. 296] τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας: καὶ στένειν 53 ἀνάγκη πάλιν ἐφ̓ 54 ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα: καὶ τὸ φρικῶδες ἐκεῖνο, καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν 55 οὐ δύναμαι ῾ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον 56 ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν̓, ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης. Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον: τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε: καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ δόξα 57 ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν παρθένος: ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον 58 ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ [p. 298] ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. 59 ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται. 60 Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου 61 τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; 62 ποῖος λῃστὴς ἐπὶ 63 τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατ̓ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπ̓ αἰῶνος ἤκουσται 64 ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; 65 ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν τρισὶ μάρτυσιν, ἀποθνήσκει: πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας τὸν [p. 300] Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; 66 ἀλλ̓ ἐβούλετο, φησίν, ἐκείνη: καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. 67 καὶ γὰρ δέσποινα ἄσωτος Αἰγυπτία 68 αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλ̓ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλ̓ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος: καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. 69 καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλ̓ οὐαὶ δἰ οὗ παρεδόθη: καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλ̓ οὐαὶ δἰ οὗ ἔρχεται. 70 Ἐπὶ τούτοις, Μὴ πίπτων οὐκ ἀνίσταται; ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί 71 ἀπέστρεψεν παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ 72 τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος: Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα: πρός με ἀνάστρεψον: καὶ οὐκ [p. 302] ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα: τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων 73 δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς 74 ὑποδείγματα, τὴν δραχμήν, 75 τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν 76 ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, 77 διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα. Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν ῾οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις᾿, 78 καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, 79 καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, 80 καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται: ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ [p. 304] κατὰ τὴν πρᾶξιν αὐτοῦ: ὅταν σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπ̓ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται 81 οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπ̓ ὄψιν 82 ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, 83 ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, 84 καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς 85 χιών, καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ: χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. 86 κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα 87 ἀθρόως 88 εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ψυχὴ ἐκείνη καταδύσεται, ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς 89 καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ [p. 306] δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι 90 τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, 91 ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, 92 καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν Λόγος βοᾷ καὶ κέκραγε: Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 93 ἔστιν οὖν 94 ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν θάνατος ἰσχύσας, ἀλλ̓ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών: Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ: ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. 95 ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν: Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί [p. 308] σοι πρόφασις, τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος 96 ; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ποιμὴν καλός, καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδ̓ ἀπαξιώσει σε φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι 97 τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, 98 καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι: καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ 99 θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας 100 ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν 101 καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ 102 μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ἀγαθὸς Πατὴρ 103 ὑπὲρ [p. 310] σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.

1 tou\s tetraumatisme/nous to\ su/ntrimma E.

2 tosou=ton thlikou=ton E; toiou=ton C, D.

3 to\ sw=ma E.

4 yuxh=s B, D.

5 a)\ng) a)\n E.

6 ble/pontes A, C, D, E.

7 oi(/ geoi(\ kai\ E.

8 e)mble/yas E; ble/pwn A.

9 gunai=ka A, C, D.

10 au)th\n A, C, D, E.

11 h(=s... o( *xristo/s om. C, D, E.

12 stena/ceian C, D, E.

13 pneu/mata ta/gmata C, D.

14 mi/sos C.

15 ta/xa de\ ma=llon ma=llon de\ A, B, C, D.

16 o( *)iwa/nnhs om. A, B, C, D.

17 kai\ ga/r, ei) to\ to\ me\n ga\r C, D.

18 kai\ ka)\n C, D.

19 de\ add. C, D.

20 sunafei/as koinwni/as A, B, C, D.

21 a)porrh/casa C, D.

22 e)peidh\ E.

23 a)pofu/gh|s E.

24 e)sti/ om. E.

25 tro/pos ou)de\ om. E.

26 e)/ti a)/rti h)\ to/te A, B, C, D.

27 to\ kra/tos add. A, B, C, D.

28 e)kei/nhs A, B, C, D.

29 filoti/mws E.

30 w)|dw=n A, C, D, E; o(dw=n B et editi.

31 kai\ a)mia/ntou om. A, B, C, D.

32 kai\ kalw=s... thrhqh=nai om. A, B, C, D.

33 po/sa de\ posa/kis E.

34 polla/kis add. A, B, C, D.

35 tau/ths om. B.

36 po/sa A, B, C, D.

37 a)eri/ou a)e/ros tou= C, D.

38 me\n om. A, B, C, D.

39 de\ me/ntoi A, B, C, D.

40 a)qana/tou add. A, B, C, D.

41 mhtrw=|on A, B, C, D.

42 se om. C, D.

43 pote\ om. E.

44 tai=s pneumatikai=s A, B, C, D.

45 a)ei\ om. E.

46 in A, B, C, D, legitur post fqei/rei.

47 eu)xw=n A, B, C, D.

48 mou om. A, B, C, D.

49 proseti/qhn *e; perieti/qoun C, D.

50 soi A, B, C, D.

51 h(mw=n om. A, B, C, D, E.

52 pikro/teron E.

53 penqei=n E.

54 oi(=s C, D.

55 siga=n E.

56 kai\ flego/menon om. A, B, C, D.

57 au)th=s, kai\ h( do/ca om. A, B, C, D.

58 tw=n a(gi/wn A, B, C, D.

59 ei)s th\n a)nomi/an A, B, C, D.

60 e)c ou(= ou)k o)feleqh/setai om. A, B, C,D, E.

61 *kuri/ou om. E.

62 h)\ om. A, B, C, D.

63 e)pi\ ei)s E.

64 h)/kousen E; h)kou/sqh A, B, C, D.

65 tolmh/santa E.

66 e)nubri/sas A, B, C, D.

67 au)th/n om. A, B, C, D.

68 h( *ai)gupti/a om. C, D.

69 diefqa/rh C, D.

70 e)/rxontai C, D.

71 dia\ ti/ dio/ti A, B.

72 xrhstou= C, D.

73 a(martiw=n E.

74 u(postrofh=s E.

75 kai\ add. E.

76 pa/lon om. A, B, C, D.

77 bohqh/masi A, B, C, D.

78 miw/seis E.

79 promastigoume/nhn C, D.

80 u(postre/fousan C, D.

81 a)nasth/sontai E.

82 soi add. E.

83 e)qew/roun, fhsi/n o(/ti fhsi\n e)qew/roun E.

84 e)kaqe/zeto A, B, C, D.

85 Sic MSS.

86 Sic MSS.

87 ta\ pa/nta om. A, B.

88 fanerw=s E.

89 klaqmo\s E.

90 e)kdu=nai C.

91 e(autou\s E.

92 au)tw=| om. C, D.

93 *deu=te pro/s me... a)napau/sw u(ma=s om. A, B, C, D, E.

94 ou)=n om. MSS.

95 o(\s ou)de\... e(/toimos e)leuqerwth/s om. A, B, C, D, E.

96 ti/s ou)=n... au)tou= bow=ntos; om. C, D, E.

97 basta/cai A, B.

98 sou om. A, B.

99 to\ E.

100 u(postre/yantas C, D.

101 h(me/ras D.

102 a)nqrw/pw| E.

103 sw/thr B.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: