previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πρὸς τὴν ὁμόζυγον Βρίσωνος παραμυθητική 1

Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ̓ ἀκούσας αὐτὸν 2 ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ τοιαύτη διάζευξις, εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο. [p. 232] Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία: τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, 3 ἀλλὰ καταδεχώμεθα τὴν ἐφ̓ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλ̓ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων 4 τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν: ἀλλ̓ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο, 5 ὃν καὶ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ 6 ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου. ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, [p. 234] τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν: καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις 7 τοῖς λογισμοῖς. γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ̓ αὐτῆς. παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθ̓ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατ̓ ἀρετὴν βίου.

1 xhreu/ousan editi anti#3ui.

2 au)to\s editi anti#3ui.

3 no/mois h(mw=n paqh/masin Harl. et Med.

4 a)ndragaqhma/twn Harl. et Med.

5 e)ph/|sqeto Regius sec., Clarom., et Bigot.

6 e(autou= Med.

7 e)piqh/seis Regius sec.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: